§15.4.1Πόπλιος δὲ τὰ περὶ τὴν ναυτικὴν δύναμιν ἀσφαλισάμενος καὶ καταλιπὼν Βαίβιον ἀντιστράτηγον, αὐτὸς μὲν ἐπεπορεύετο τὰς πόλεις, §15.4.2οὐκέτι παραλαμβάνων εἰς τὴν πίστιν τοὺς ἐθελοντὴν σφᾶς αὐτοὺς ἐγχειρίζοντας, ἀλλὰ μετὰ βίας ἀνδραποδιζόμενος καὶ φανερὰν ποιῶν τὴν ὀργήν, ἣν εἶχε πρὸς τοὺς πολεμίους διὰ τὴν Καρχηδονίων παρασπόνδησιν·
プブリウスは海軍の防備を固め、副将のバイビウスを残した上で、自身は諸都市を巡り、自発的に投降してくる者たちを、もはや保護のもとに受け入れることをせず、力ずくで奴隷に落とし、カルタゴ人の休戦破りのために敵に対して抱いていた怒りをあらわにした。
§15.4.3πρὸς δὲ Μασαννάσαν διεπέμπετο συνεχῶς, ἀποδηλῶν αὐτῷ τίνα τρόπον παραβεβηκότες εἶεν οἱ Φοίνικες τὰς σπονδάς, καὶ παρακαλῶν ἁθροίζειν δύναμιν ὡς πλείστην καὶ συνάπτειν αὐτῷ κατὰ σπουδήν.
また、マサニッサに対して絶えず使者を送り、カルタゴ人がどのように条約を破ったかを彼に説明するとともに、できる限り多くの軍勢を集めて急ぎ合流するよう求めた。
§15.4.4ὁ γὰρ Μασαννάσας ἅμα τῷ γενέσθαι τὰς συνθήκας, καθάπερ εἴρηται πρότερον, εὐθέως ἀφώρμησε μετὰ τῆς ἰδίας δυνάμεως, προσλαβὼν δέκα σημαίας Ῥωμαϊκὰς ἱππέων καὶ πεζῶν καὶ πρεσβευτὰς παρὰ τοῦ στρατηγοῦ, χάριν τοῦ μὴ μόνον τὴν πατρῴαν ἀρχὴν ἀπολαβεῖν, ἀλλὰ καὶ τὴν τοῦ Σόφακος προσκατακτήσασθαι διὰ τῆς Ῥωμαίων ἐπικουρίας·
というのも、マサニッサは、以前に述べられたように、条約が結ばれると同時に直ちに自らの軍を率いて出発しており、ローマの支援によって父祖伝来の支配権を取り戻すだけでなく、シファクスの支配権をも追加で獲得するために、将軍から歩兵と騎兵からなる十のローマ部隊と使節団を伴っていたからである。
ὃ καὶ συνέβη γενέσθαι.
そして実際にその通りになった。
§15.4.5συνέτυχε δὲ καὶ τοὺς ἐκ Ῥώμης πρεσβευτὰς περὶ τοὺς αὐτοὺς καιροὺς εἰς τὸν ναυτικὸν χάρακα τὸν τῶν Ῥωμαίων καταπλεῦσαι.
また、同じ頃、ローマからの使節たちがローマ軍の海軍の陣地に入港した。
§15.4.6τοὺς μὲν οὖν παρʼ αὑτῶν ὁ Βαίβιος παραχρῆμα πρὸς τὸν Πόπλιον ἐξέπεμψε, τοὺς δὲ τῶν Καρχηδονίων παρακατεῖχε, τά τε λοιπὰ δυσθύμως διακειμένους καὶ νομίζοντας ἐν τοῖς μεγίστοις εἶναι κινδύνοις·
そこでバイビウスは、ローマ側の使節たちを直ちにプブリウスのもとへ送り出したが、カルタゴの使節たちについては引き留めた。 彼らは終始意気消沈しており、自分たちが最大の危険にさらされていると考えていた。
§15.4.7πυθόμενοι γὰρ τὴν γεγενημένην ἐκ τῶν Καρχηδονίων ἀσέβειαν πρὸς τοὺς τῶν Ῥωμαίων πρέσβεις, πρόδηλον ἐδόκουν εἶναι σφίσι τὴν ἐκ τούτων τιμωρίαν.
なぜなら、カルタゴ人がローマの使節に対して行った不敬な行為を知り、これによって自分たちに報復が下ることは明白であると思ったからである。
§15.4.8ὁ δὲ Πόπλιος, διακούσας τῶν παραγεγονότων ὅτι προθύμως ἥ τε σύγκλητος ὅ τε δῆμος ἀποδέξαιντο τὰς γενομένας διʼ αὑτοῦ συνθήκας πρὸς τοὺς Καρχηδονίους καὶ διότι πρὸς πᾶν τὸ παρακαλούμενον ἑτοίμως ἔχοιεν, ἐπὶ μὲν τούτοις ἔχαιρε μεγάλως,
一方プブリウスは、到着した使節たちから詳しく聞き、元老院も民衆も彼を通じて結ばれたカルタゴ人との条約を好意的に受け入れたこと、また求められるすべてのことに対して協力的であることを知り、これらには大いに喜んだ。
§15.4.9τοὺς δὲ τῶν Καρχηδονίων προσέταξε τῷ Βαιβίῳ μετὰ πάσης φιλανθρωπίας ἀποπέμπειν εἰς τὴν οἰκείαν, πάνυ καλῶς βουλευσάμενος, ὥς γʼ ἐμοὶ δοκεῖ, καὶ φρονίμως.
しかし、カルタゴの使節たちについては、最大限の丁重さをもって故郷へ送り返すようバイビウスに命じた。 これは、私の見る限り、極めて立派で賢明な決定であった。
§15.4.10θεωρῶν γὰρ τὴν σφετέραν πατρίδα περὶ πλείστου ποιουμένην τὴν περὶ τοὺς πρεσβευτὰς πίστιν, ἐσκοπεῖτο παρʼ αὑτῷ συλλογιζόμενος οὐχ οὕτως τί δέον παθεῖν Καρχηδονίους, ὡς τί δέον ἦν πρᾶξαι Ῥωμαίους.
なぜなら彼は、自国が使節に関する信義を何よりも重んじていることを見て、カルタゴ人がいかなる罰を被るべきかではなく、ローマ人が何をなすべきであるかを、自らの内で熟考したからである。
§15.4.11διὸ παρακατασχὼν τὸν ἴδιον θυμὸν καὶ τὴν ἐπὶ τοῖς γεγονόσι πικρίαν, ἐπειράθη διαφυλάξαι, κατὰ τὴν παροιμίαν "πατέρων εὖ κείμενα ἔργα. "
それゆえ、彼は自らの怒りと起きた事に対する怨念を抑え、格言にある「父祖たちの良く据えられた業」を守ろうと努めた。
§15.4.12τοιγαροῦν καὶ τοὺς ἐν τῇ Καρχηδόνι πάντας ἥττησε ταῖς ψυχαῖς καὶ τὸν Ἀννίβαν αὐτόν, ὑπερθέμενος τῇ καλοκἀγαθίᾳ τὴν ἐκείνων ἄνοιαν.
かくして彼は、自らの高潔さによって彼らの愚行を凌駕し、カルタゴのすべての人々、ひいてはハンニバル自身の心をも屈服させたのである。