§15.4.1Πόπλιος δὲ τὰ περὶ τὴν ναυτικὴν δύναμιν ἀσφαλισάμενος καὶ καταλιπὼν Βαίβιον ἀντιστράτηγον, αὐτὸς μὲν ἐπεπορεύετο τὰς πόλεις, §15.4.2οὐκέτι παραλαμβάνων εἰς τὴν πίστιν τοὺς ἐθελοντὴν σφᾶς αὐτοὺς ἐγχειρίζοντας, ἀλλὰ μετὰ βίας ἀνδραποδιζόμενος καὶ φανερὰν ποιῶν τὴν ὀργήν, ἣν εἶχε πρὸς τοὺς πολεμίους διὰ τὴν Καρχηδονίων παρασπόνδησιν· §15.4.3πρὸς δὲ Μασαννάσαν διεπέμπετο συνεχῶς, ἀποδηλῶν αὐτῷ τίνα τρόπον παραβεβηκότες εἶεν οἱ Φοίνικες τὰς σπονδάς, καὶ παρακαλῶν ἁθροίζειν δύναμιν ὡς πλείστην καὶ συνάπτειν αὐτῷ κατὰ σπουδήν.
普布利乌斯确保了海军的安全,并留下贝比乌斯作为副将,而他自己则巡视各个城市,对于那些自愿投降的人,他不再接纳并给予保护,而是以武力将他们贬为奴隶,以此显露他因迦太基人破坏条约而对敌人产生的愤怒;同时,他不断向马西尼萨派遣使者,向他阐明迦太基人是如何违背条约的,并敦促他召集尽可能多的军队,迅速与自己会合。
§15.4.4ὁ γὰρ Μασαννάσας ἅμα τῷ γενέσθαι τὰς συνθήκας, καθάπερ εἴρηται πρότερον, εὐθέως ἀφώρμησε μετὰ τῆς ἰδίας δυνάμεως, προσλαβὼν δέκα σημαίας Ῥωμαϊκὰς ἱππέων καὶ πεζῶν καὶ πρεσβευτὰς παρὰ τοῦ στρατηγοῦ, χάριν τοῦ μὴ μόνον τὴν πατρῴαν ἀρχὴν ἀπολαβεῖν, ἀλλὰ καὶ τὴν τοῦ Σόφακος προσκατακτήσασθαι διὰ τῆς Ῥωμαίων ἐπικουρίας· ὃ καὶ συνέβη γενέσθαι.
因为正如之前所说,马西尼萨在条约达成后,便立即率领自己的军队出发,并在将军(普布利乌斯)的支持下,带去了十个罗马步骑兵小队以及使者,其目的不仅是为了收复祖传的领土,更是为了借助罗马人的援助额外夺取西法克斯的领地;而这也确实实现了。
§15.4.5συνέτυχε δὲ καὶ τοὺς ἐκ Ῥώμης πρεσβευτὰς περὶ τοὺς αὐτοὺς καιροὺς εἰς τὸν ναυτικὸν χάρακα τὸν τῶν Ῥωμαίων καταπλεῦσαι.
恰好在同一时期,来自罗马的使者们乘船抵达了罗马海军的营地。
§15.4.6τοὺς μὲν οὖν παρʼ αὑτῶν ὁ Βαίβιος παραχρῆμα πρὸς τὸν Πόπλιον ἐξέπεμψε, τοὺς δὲ τῶν Καρχηδονίων παρακατεῖχε, τά τε λοιπὰ δυσθύμως διακειμένους καὶ νομίζοντας ἐν τοῖς μεγίστοις εἶναι κινδύνοις· §15.4.7πυθόμενοι γὰρ τὴν γεγενημένην ἐκ τῶν Καρχηδονίων ἀσέβειαν πρὸς τοὺς τῶν Ῥωμαίων πρέσβεις, πρόδηλον ἐδόκουν εἶναι σφίσι τὴν ἐκ τούτων τιμωρίαν.
于是贝比乌斯立即将本方的使者送往普布利乌斯处,但将迦太基的使者们扣留了下来,这些人早已心灰意冷,认为自己正处于极大的危险之中;因为他们听闻了迦太基人对罗马使者所犯下的不敬之举,显然认为针对他们的报复将是不可避免的。
§15.4.8ὁ δὲ Πόπλιος, διακούσας τῶν παραγεγονότων ὅτι προθύμως ἥ τε σύγκλητος ὅ τε δῆμος ἀποδέξαιντο τὰς γενομένας διʼ αὑτοῦ συνθήκας πρὸς τοὺς Καρχηδονίους καὶ διότι πρὸς πᾶν τὸ παρακαλούμενον ἑτοίμως ἔχοιεν, ἐπὶ μὲν τούτοις ἔχαιρε μεγάλως, §15.4.9τοὺς δὲ τῶν Καρχηδονίων προσέταξε τῷ Βαιβίῳ μετὰ πάσης φιλανθρωπίας ἀποπέμπειν εἰς τὴν οἰκείαν, πάνυ καλῶς βουλευσάμενος, ὥς γʼ ἐμοὶ δοκεῖ, καὶ φρονίμως.
普布利乌斯从抵达的人那里详细获悉,元老院和民众都热烈地接受了他与迦太基人达成的协定,并且对一切请求都做好了准备,这令他感到莫大的欣慰;但对于迦太基的使者,他命令贝比乌斯以极尽礼遇的态度送他们回国。 在我看来,这是一个非常高明且聪慧的决定。
§15.4.10θεωρῶν γὰρ τὴν σφετέραν πατρίδα περὶ πλείστου ποιουμένην τὴν περὶ τοὺς πρεσβευτὰς πίστιν, ἐσκοπεῖτο παρʼ αὑτῷ συλλογιζόμενος οὐχ οὕτως τί δέον παθεῖν Καρχηδονίους, ὡς τί δέον ἦν πρᾶξαι Ῥωμαίους.
因为他看到自己的祖国将有关使者的信义视作高于一切的事物,他便在心中盘算,不是去计较迦太基人应当遭受怎样的惩罚,而是罗马人应当做些什么。
§15.4.11διὸ παρακατασχὼν τὸν ἴδιον θυμὸν καὶ τὴν ἐπὶ τοῖς γεγονόσι πικρίαν, ἐπειράθη διαφυλάξαι, κατὰ τὴν παροιμίαν "πατέρων εὖ κείμενα ἔργα. "
因此,他压制了自己的愤怒和对既往之事的怨恨,努力去维护正如俗话所说“父辈们良好奠定的伟业”。
§15.4.12τοιγαροῦν καὶ τοὺς ἐν τῇ Καρχηδόνι πάντας ἥττησε ταῖς ψυχαῖς καὶ τὸν Ἀννίβαν αὐτόν, ὑπερθέμενος τῇ καλοκἀγαθίᾳ τὴν ἐκείνων ἄνοιαν.
结果,他以自己的高尚品格战胜了他们的愚蠢,征服了迦太基所有人的心灵,甚至也让汉尼拔本人为之折服。