§15.36.1διὰ δὴ ταύτας τὰς αἰτίας τὸν μετʼ αὐξήσεως λόγον ἀπεδοκιμάσαμεν ὑπὲρ Ἀγαθοκλέους,
まさにこれらの理由のために、私たちはアガトクレスについて、誇張を加えた叙述を行うことを退けた。
§15.36.2οὐχ ἥκιστα δὲ καὶ διὰ τὸ πάσας τὰς ἐκπληκτικὰς περιπετείας μίαν ἔχειν φαντασίαν τὴν πρώτην ἀξίαν ἐπιστάσεως, τὸ δὲ λοιπὸν οὐ μόνον ἀνωφελῆ γίνεσθαι τὴν ἀκρόασιν καὶ θέαν αὐτῶν, ἀλλὰ καὶ μετά τινος ὀχλήσεως ἐπιτελεῖσθαι τὴν ἐνέργειαν τῶν τοιούτων.
またとりわけ、あらゆる衝撃的な逆転劇は、注目に値する最初の一回だけがただ一つの印象を与えるのであり、残りの部分については、それらを聞くことや見ることが無益になるばかりでなく、そのような事柄の受容がある種の不快感を伴って行われることになるからでもある。
§15.36.3δυεῖν γὰρ ὑπαρχόντων τελῶν, ὠφελείας καὶ τέρψεως, πρὸς ἃ δεῖ τὴν ἀναφορὰν ποιεῖσθαι τοὺς διὰ τῆς ἀκοῆς ἢ διὰ τῆς ὁράσεως βουλομένους τι πολυπραγμονεῖν, καὶ μάλιστα τῷ τῆς ἱστορίας γένει τούτου καθήκοντος, ἀμφοτέρων τούτων ὁ πλεονασμὸς ὑπὲρ τῶν ἐκπληκτικῶν συμπτωμάτων ἐκτὸς πίπτει.
なぜなら、有用性と快楽という二つの目的が存在し、聴覚や視覚を通じて探求しようと望む人々はそれら(二つの目的)を基準に据えねばならず、とりわけ歴史というジャンルにこのことがふさわしいのであるが、衝撃的な出来事に関する過剰な記述は、これら両方の目的から外れてしまうからである。
§15.36.4ζηλοῦν μὲν γὰρ τίς ἂν βουληθείη τὰς παραλόγους περιπετείας;
というのも、不合理な逆転劇を誰が手本にしたいと望むだろうか。
οὐδὲ μὴν θεώμενος οὐδʼ ἀκούων ἥδεται συνεχῶς οὐδεὶς τῶν παρὰ φύσιν γενομένων πραγμάτων καὶ παρὰ τὴν κοινὴν ἔννοιαν τῶν ἀνθρώπων.
また、自然に反し、人間の共通の通念に反して生じる事柄について、それを見たり聞いたりして絶えず喜ぶ者など誰もいないからである。
§15.36.5ἀλλʼ εἰσάπαξ μὲν καὶ πρῶτον σπουδάζομεν ἃ μὲν ἰδεῖν, ἃ δʼ ἀκοῦσαι, χάριν τοῦ γνῶναι τὸ μὴ δοκοῦν δυνατὸν εἶναι διότι δυνατόν ἐστιν·
むしろ、私たちはただ一度だけ、そして最初には、あることを見、あることを聞くことに熱心になるが、それは不可能と思われることが可能であると知るためである。
§15.36.6ὅταν δὲ πιστεύωμεν, οὐδεὶς τοῖς παρὰ φύσιν ἐγχρονίζων εὐδοκεῖ·
だが、ひとたび信じてしまえば、自然に反するものに長く付き合って喜ぶ者は誰もいない。
τῷ δʼ αὐτῷ πλεονάκις ἐγκυρεῖν οὐδʼ ὅλως ἂν βουληθείη.
また、同じものに何度も遭遇することを望む者など全くいないであろう。
§15.36.7διόπερ ἢ ζηλωτὸν εἶναι δεῖ τὸ λεγόμενον ἢ τερπνόν·
それゆえ、語られることは見習うべきであるか、あるいは楽しいものであるかのいずれかでなければならない。
ὁ δὲ τῆς ἐκτὸς τούτων συμφορᾶς πλεονασμὸς οἰκειότερόν ἐστι τραγῳδίας ἤπερ ἱστορίας.
これらから外れた災難についての過剰な記述は、歴史よりもむしろ悲劇にふさわしい。
§15.36.8ἀλλʼ ἴσως ἀναγκαῖόν ἐστι συγγνώμην ἔχειν τοῖς μὴ συνεφιστάνουσι μήτʼ ἐπὶ τὰ τῆς φύσεως μήτʼ ἐπὶ τὰ καθόλου κατὰ τῆς οἰκουμένης πράγματα·
しかしおそらく、自然のあり方にも、居住世界全体における一般的な出来事にも注意を払わない人々に対しては、寛大であるのが必然かもしれない。
§15.36.9δοκεῖ γὰρ αὐτοῖς ταῦτʼ εἶναι μέγιστα καὶ θαυμαστότατα τῶν προγεγονότων οἷς ἂν αὐτοὶ παρατυχόντες ἐγκυρήσωσιν ἢ πυθόμενοι παρά τινων πρὸς αὐτὰ ταῦτα προσέχωσι τὸν νοῦν.
なぜなら、彼らにとっては、自分がたまたま居合わせて遭遇したことや、他人から聞いてまさにそのことだけに注意を向けているような事柄が、過去に起こった出来事の中で最大にして最も驚くべきものであると思われるからである。
§15.36.10διὸ καὶ λανθάνουσι πλείω τοῦ καθήκοντος διατιθέμενοι λόγον ὑπὲρ τῶν μήτε καινῶν ὄντων διὰ τὸ καὶ ἑτέροις πρότερον εἰρῆσθαι μήτʼ ὠφελεῖν μήτε τέρπειν δυναμένων.
それゆえ、彼らは自分でも気づかないうちに、すでに他者によっても以前に語られているために目新しくもなく、また、有益でもなければ楽しませることもできない事柄について、必要以上に長大な叙述を並べ立てることになるのである。
§15.36.11περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.
さて、これらのことについては、これくらいにしておこう。