Humanitext Reader

波利比奥斯 · 历史 §15.36.1-15.36.11

历史撰述的目的与对戏剧性夸张的批判

第 847 段,共 1311 段 · 希腊语

内容简介

作者结合历史撰述中益处与娱乐这两个目的,阐明了为何应避免对震惊事件进行过量叙述,并批评了视野狭隘的历史学家的倾向。

§15.36.1διὰ δὴ ταύτας τὰς αἰτίας τὸν μετʼ αὐξήσεως λόγον ἀπεδοκιμάσαμεν ὑπὲρ Ἀγαθοκλέους, §15.36.2οὐχ ἥκιστα δὲ καὶ διὰ τὸ πάσας τὰς ἐκπληκτικὰς περιπετείας μίαν ἔχειν φαντασίαν τὴν πρώτην ἀξίαν ἐπιστάσεως, τὸ δὲ λοιπὸν οὐ μόνον ἀνωφελῆ γίνεσθαι τὴν ἀκρόασιν καὶ θέαν αὐτῶν, ἀλλὰ καὶ μετά τινος ὀχλήσεως ἐπιτελεῖσθαι τὴν ἐνέργειαν τῶν τοιούτων.
正是出于这些原因,我们拒绝了对阿加托克雷斯进行夸大的论述,同时也尤其因为,所有令人震惊的命运逆转,只有在最初那次值得关注时,才会产生单一而深刻的印象,至于其余的部分,不仅去听去见变得毫无益处,而且体验此类事情还会伴随着某种厌烦。
§15.36.3δυεῖν γὰρ ὑπαρχόντων τελῶν, ὠφελείας καὶ τέρψεως, πρὸς ἃ δεῖ τὴν ἀναφορὰν ποιεῖσθαι τοὺς διὰ τῆς ἀκοῆς ἢ διὰ τῆς ὁράσεως βουλομένους τι πολυπραγμονεῖν, καὶ μάλιστα τῷ τῆς ἱστορίας γένει τούτου καθήκοντος, ἀμφοτέρων τούτων ὁ πλεονασμὸς ὑπὲρ τῶν ἐκπληκτικῶν συμπτωμάτων ἐκτὸς πίπτει.
因为,既然存在着益处与娱乐这两个目的——凡是希望通过听觉或视觉进行探求的人都必须以此为准绳,而这一职责尤为历史这一体裁所应当承担——那么对于令人震惊的突发事件进行过剩的叙述,就会落在这两个目的之外。
§15.36.4ζηλοῦν μὲν γὰρ τίς ἂν βουληθείη τὰς παραλόγους περιπετείας;
因为,谁会愿意去效法那些不合常理的命运逆转呢?
οὐδὲ μὴν θεώμενος οὐδʼ ἀκούων ἥδεται συνεχῶς οὐδεὶς τῶν παρὰ φύσιν γενομένων πραγμάτων καὶ παρὰ τὴν κοινὴν ἔννοιαν τῶν ἀνθρώπων.
而且,对于那些反乎自然、反乎人类共同常识而发生的事情,也没有人会在不断地观看或聆听中感到愉悦。
§15.36.5ἀλλʼ εἰσάπαξ μὲν καὶ πρῶτον σπουδάζομεν ἃ μὲν ἰδεῖν, ἃ δʼ ἀκοῦσαι, χάριν τοῦ γνῶναι τὸ μὴ δοκοῦν δυνατὸν εἶναι διότι δυνατόν ἐστιν·
相反,我们只是在起初的一朝一夕间热衷于去看某些事、去听某些事,其目的仅仅是为了了解那些看似不可能的事情其实是可能的。
§15.36.6ὅταν δὲ πιστεύωμεν, οὐδεὶς τοῖς παρὰ φύσιν ἐγχρονίζων εὐδοκεῖ· τῷ δʼ αὐτῷ πλεονάκις ἐγκυρεῖν οὐδʼ ὅλως ἂν βουληθείη.
然而,一旦我们确信了,就没有人会乐于在反乎自然的事物上久久停留;更不会有人愿意一再遇到同样的事情。
§15.36.7διόπερ ἢ ζηλωτὸν εἶναι δεῖ τὸ λεγόμενον ἢ τερπνόν· ὁ δὲ τῆς ἐκτὸς τούτων συμφορᾶς πλεονασμὸς οἰκειότερόν ἐστι τραγῳδίας ἤπερ ἱστορίας.
因此,叙述的内容必须要么值得效法,要么令人愉悦;而在这两者之外的灾难的过量叙述,则更适合悲剧而非历史。
§15.36.8ἀλλʼ ἴσως ἀναγκαῖόν ἐστι συγγνώμην ἔχειν τοῖς μὴ συνεφιστάνουσι μήτʼ ἐπὶ τὰ τῆς φύσεως μήτʼ ἐπὶ τὰ καθόλου κατὰ τῆς οἰκουμένης πράγματα·
不过,对于那些既不关注自然的本性,也不关注整个文明世界的普遍事务的人,或许也必须予以谅解。
§15.36.9δοκεῖ γὰρ αὐτοῖς ταῦτʼ εἶναι μέγιστα καὶ θαυμαστότατα τῶν προγεγονότων οἷς ἂν αὐτοὶ παρατυχόντες ἐγκυρήσωσιν ἢ πυθόμενοι παρά τινων πρὸς αὐτὰ ταῦτα προσέχωσι τὸν νοῦν.
因为在他们看来,凡是他们自己恰巧遇见的,或者从别人那里听说并仅对这些事情集中注意力的,就是过去所发生的事情中最重大、最令人惊叹的。
§15.36.10διὸ καὶ λανθάνουσι πλείω τοῦ καθήκοντος διατιθέμενοι λόγον ὑπὲρ τῶν μήτε καινῶν ὄντων διὰ τὸ καὶ ἑτέροις πρότερον εἰρῆσθαι μήτʼ ὠφελεῖν μήτε τέρπειν δυναμένων.
因此,他们也在不知不觉中,针对那些既非新颖(因为此前已被他人讲过),又无法带来益处或娱乐的事务,作出了超出必要限度的冗长叙述。
§15.36.11περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.
关于这些事情,我们就谈到这里吧。

词汇与语法注释

  1. 15.36.2διὰ τὸ πάσας τὰς ἐκπληκτικὰς περιπετείας μίαν ἔχειν φαντασίαν τὴν πρώτην ἀξίαν ἐπιστάσεως — 此句为介词 διὰ 支配的带冠词不定式结构(τὸ ... ἔχειν ... γίνεσθαι ... ἐπιτελεῖσθαι)。不定式 ἔχειν 的逻辑主语为宾格的 πάσας τὰς ἐκπληκτικὰς περιπετείας,而 τὴν πρώτην(最初那次)作为“值得关注”(ἀξίαν ἐπιστάσεως)的成分与之同位或作副词性修饰。
  2. 15.36.4τίς ἂν βουληθείη — 希求语气 βουληθείη 与助词 ἄν 连用,表示潜在可能性(“谁会愿意”),在此构成了一个含有强烈否定意味的反问句(即“没有人会愿意”)。
  3. 15.36.10λανθάνουσι πλείω τοῦ καθήκοντος διατιθέμενοι λόγον — 动词 λανθάνω 配合分词(此处为 διατιθέμενοι)构成惯用句式,意为“不知不觉地做某事”。πλείω τοῦ καθήκοντος 是比较级短语,意为“超出必要限度”,修饰 λόγον。

引用这一段

波利比奥斯, 历史 §15.36.1-15.36.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.36.1-15.36.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。