§15.31.1ἤδη δὲ τῆς ἡμέρας ὑποφαινούσης ἦν μὲν ἄκριτος ἡ κραυγή, μάλιστα δʼ ἐξ αὐτῆς ἐξέλαμψε τὸ καλεῖν τὸν βασιλέα.
――すでに夜が明け始める頃、叫び声は判別しがたいものであったが、特にその中から王を呼び求める声が響き渡った。
§15.31.2τὸ μὲν οὖν πρῶτον οἱ Μακεδόνες ἐξαναστάντες κατελάβοντο τὸν χρηματιστικὸν πυλῶνα τῶν βασιλείων·
――そこでまずマケドニア兵たちが蜂起し、宮殿の政務大門を占拠した。
§15.31.3μετὰ δέ τινα χρόνον ἐπιγνόντες ποῦ τῆς αὐλῆς ἦν ὁ βασιλεύς, περιελθόντες τὰς μὲν πρώτας τῆς [πρώτης] σύριγγος ἐξέβαλον θύρας, ἐγγίσαντες δὲ τῆς δευτέρας ᾐτοῦντο τὸν παῖδα μετὰ κραυγῆς.
――しばらくの後、王が宮殿のどこにいるのかを突き止めると、回り込んで地下通路の最初の扉を打ち破り、第二の扉に近づいて大声でその子どもを引き渡すよう要求した。
§15.31.4οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα, βλέποντες ἤδη τὰ καθʼ αὑτούς, ἐδέοντο τῶν σωματοφυλάκων πρεσβεῦσαι περὶ αὑτῶν πρὸς τοὺς Μακεδόνας, δηλοῦντας ὅτι τῆς ἐπιτροπείας ἐκχωροῦσι καὶ τῆς ἄλλης ἐξουσίας καὶ τῶν τιμῶν, ἔτι δὲ τῶν χορηγίων ὧν ἔχουσι πάντων,
――アガトクレスとその一味は、自分たちの置かれた状況を目の当たりにし、護衛兵たちに対して、自分たちの代わりにマケドニア兵のもとへ使者として行ってくれるよう懇願した。 そして、後見人の地位やその他の権力、名誉、さらには受けているすべての手当てを放棄することを伝えるように求めた。
§15.31.5αὐτὸ δὲ τὸ πνευμάτιον δέονται συγχωρηθῆναι σφίσι μετὰ τῆς ἀναγκαίας τροφῆς, ἵνα χωρήσαντες εἰς τὴν ἐξ ἀρχῆς διάθεσιν μηδὲ βουληθέντες ἔτι δύνωνται λυπεῖν μηδένα.
――ただ、必要な食料とともに命だけは許されることを彼らは望んでおり、それは本来の身分に戻ることで、たとえ望んだとしても、もはや誰も害することができないようにするためであった。
§15.31.6τῶν μὲν οὖν ἄλλων σωματοφυλάκων οὐδεὶς ὑπήκουσεν, Ἀριστομένης δὲ μόνος ὑπέστη τὴν χρείαν ταύτην ὁ μετά τινα χρόνον ἐπὶ τῶν πραγμάτων γενόμενος.
――他の護衛兵は誰もこれに応じなかったが、のちに国政を司ることになるアリストメネスだけが、この任務を単独で引き受けた。
ὁ δʼ ἀνὴρ οὗτος τὸ μὲν γένος ἦν Ἀκαρνάν, §15.31.7καθʼ ὅσον δὲ προβαίνων κατὰ τὴν ἡλικίαν, γενόμενος κύριος τῶν ὅλων πραγμάτων, κάλλιστα καὶ σεμνότατα δοκεῖ προστῆναι τοῦ τε βασιλέως καὶ τῆς βασιλείας, κατὰ τοσοῦτον κεκολακευκέναι τὴν Ἀγαθοκλέους εὐκαιρίαν.
この男は、生まれはアカルナニア人であったが、 ――年齢を重ね、国政全体の主権者となると、王と王国を最も見事に、また尊厳をもって支えたと思われる一方で、それと同じくらいかつてはアガトクレスの全盛期に媚びへつらっていた。
§15.31.8πρῶτος μὲν γὰρ ὡς ἑαυτὸν ἐπὶ δεῖπνον καλέσας τὸν Ἀγαθοκλέα χρυσοῦν στέφανον ἀνέδωκε μόνῳ τῶν παρόντων, ὃ τοῖς βασιλεῦσιν αὐτοῖς ἔθος ἐστὶ μόνοις συγχωρεῖσθαι,
――というのも、彼はアガトクレスを自身の夕食に招き、同席者の中で彼だけに金冠を授けた最初の者であったが、これは王たち自身にのみ許されるのが習慣であったものである。
§15.31.9πρῶτος δὲ τὴν εἰκόνα τοῦ προειρημένου φέρειν ἐτόλμησεν ἐν τῷ δακτυλίῳ·
――また、上述の人物の肖像を指輪にして身につけることをあえてした最初の者でもあった。
γενομένης δὲ θυγατρὸς αὐτῷ ταύτην Ἀγαθόκλειαν προσηγόρευσεν.
さらに、娘が生まれたときには、その娘をアガトクレイアと名付けた。
§15.31.10ἀλλʼ ἴσως ὑπὲρ μὲν τούτων ἐξαρκεῖ καὶ τὰ νῦν εἰρημένα·
――しかし、おそらくこれらのことについては、今述べたことで十分であろう。
λαβὼν δὲ τὰς προειρημένας ἐντολὰς καὶ διά τινος ῥινοπύλης ἐξελθών, ἧκε πρὸς τοὺς Μακεδόνας.
彼は上述の伝言を受け取り、側門から出て、マケドニア兵のもとへやって来た。
§15.31.11βραχέα δʼ αὐτοῦ διαλεχθέντος καὶ δηλώσαντος τὴν προαίρεσιν, ἐπεβάλοντο μὲν οἱ Μακεδόνες παραχρῆμα συγκεντῆσαι, ταχὺ δέ τινων ὑπερεχόντων αὐτοῦ τὰς χεῖρας καὶ παραιτησαμένων τοὺς πολλούς, ἐπανῆλθε λαβὼν ἐντολὴν ἢ τὸν βασιλέα πρὸς αὐτοὺς ἄγονθʼ ἥκειν ἢ μηδʼ αὐτὸν ἐξιέναι.
――彼が短く語り、意図を明かすと、マケドニア兵たちは即座に彼を突き刺そうと襲いかかったが、数人が素早く彼の上に手を差し伸べて庇い、多数の兵をなだめたため、彼は「王を彼らのもとへ連れて戻るか、さもなければ彼自身も外に出てくるな」という命令を受けて引き返した。
§15.31.12τὸν μὲν οὖν Ἀριστομένην ταῦτʼ εἰπόντες οἱ Μακεδόνες ἀπέπεμψαν, αὐτοὶ δὲ ταῖς δευτέραις θύραις ἐγγίσαντες ἐξέωσαν καὶ ταύτας.
――マケドニア兵たちはアリストメネスにこう言って送り出すと、自分たちは第二の扉に近づいて、これもまた押し破った。
§15.31.13οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα θεωροῦντες τὴν τῶν Μακεδόνων βίαν διά τε τῶν ἐνεργουμένων καὶ διὰ τῆς ἀποκρίσεως, τὸ μὲν πρῶτον ἐπεβάλοντο διὰ τῆς θύρας προτείναντες τὰς χεῖρας, ἡ δʼ Ἀγαθόκλεια καὶ τοὺς μασθούς, οἷς ἔφη θρέψαι τὸν βασιλέα, δεῖσθαι τῶν Μακεδόνων, πᾶσαν προϊέμενοι φωνὴν
――アガトクレスとその一味は、実際の行動と返答の双方からマケドニア兵たちの容赦のない勢いを見て取り、最初は扉越しに手を差し伸べ、アガトクレイアは王を育てたと彼女が語るその乳房をも差し出して、あらゆる声を上げてマケドニア兵たちに懇願し始めた……