Humanitext Reader

ポリュビオス · 歴史 §15.32.1-15.32.11

幼王の引き渡しとアガトクレス一味の捜索

843 / 1311 箇所 · ギリシア語

要旨

アガトクレス一味は万策尽きて幼い王を引き渡し、王は競技場へ運ばれて群衆の歓迎を受ける。護衛兵ソシビオスは、王の同意を得て首謀者たちの引き渡しを約束し、兵士たちがその捜索へと向かう。

§15.32.1πρὸς τὸ περιποιήσασθαι τὸ ζῆν αὐτὸ μόνον·
ただ自分たちの命だけを確保するために。
ἐπεὶ δὲ πολλὰ κατολοφυρόμενοι τὴν αὑτῶν τύχην οὐδὲν ἤνυον, τέλος ἐξέπεμψαν τὸν παῖδα μετὰ τῶν σωματοφυλάκων.
しかし、自分たちの運命を大いに嘆き悲しんでも何の効果もなかったため、ついに彼らは護衛兵とともにその子どもを送り出した。
§15.32.2οἱ δὲ Μακεδόνες, παραλαβόντες τὸν βασιλέα καὶ ταχέως ἐφʼ ἵππον ἀναβιβάσαντες, ἦγον εἰς τὸ στάδιον.
マケドニア兵たちは、王を受け取ると、素早く馬に乗せて、競技場へと連れて行った。
§15.32.3ἅμα δὲ τῷ φανῆναι μεγάλης κραυγῆς καὶ κρότου γενηθέντος, ἐπιστήσαντες τὸν ἵππον καθεῖλον τὸν παῖδα, καὶ προαγαγόντες ἐκάθισαν εἰς τὴν βασιλικὴν θέαν.
彼が姿を現すと同時に大きな叫び声と拍手が起こり、彼らは馬を立ち止まらせて子どもを降ろし、前へと進めて王専用の観覧席に座らせた。
§15.32.4περὶ δὲ τοὺς ὄχλους ἐγένετό τις ἅμα χαρὰ καὶ λύπη·
群衆の間には、喜びと悲しみが同時に生じた。
τὰ μὲν γὰρ ἦσαν περιχαρεῖς ἐπὶ τῷ κεκομίσθαι τὸν παῖδα, τὰ δὲ πάλιν δυσηρέστουν τῷ μὴ συνειλῆφθαι τοὺς αἰτίους μηδὲ τυγχάνειν τῆς ἁρμοζούσης τιμωρίας.
というのも、ある点では子どもを取り戻したことに歓喜していたが、他方では責任者たちが逮捕されておらず、ふさわしい処罰を受けていないことに不満を抱いていたからである。
§15.32.5διὸ καὶ συνεχῶς ἐβόων, ἄγειν κελεύοντες καὶ παραδειγματίζειν τοὺς πάντων τῶν κακῶν αἰτίους.
それゆえ彼らは、すべての悪事の責任者たちを連れてきて見せしめにするよう命じながら、絶えず叫び続けた。
§15.32.6ἤδη δὲ τῆς ἡμέρας προβαινούσης, καὶ τοῦ πλήθους ἐπʼ οὐδένα δυναμένου πέρας ἀπερείσασθαι τὴν ὁρμήν, Σωσίβιος, ὃς ἦν μὲν υἱὸς Σωσιβίου, τότε δὲ σωματοφύλαξ ὑπάρχων μάλιστα τὸν νοῦν προσεῖχε τῷ τε βασιλεῖ καὶ τοῖς πράγμασι, §15.32.7θεωρῶν τήν τε τοῦ πλήθους ὁρμὴν ἀμετάθετον οὖσαν καὶ τὸ παιδίον δυσχρηστούμενον διά τε τὴν τῶν παρεστώτων ἀσυνήθειαν καὶ διὰ τὴν περὶ τὸν ὄχλον ταραχήν, ἐπύθετο τοῦ βασιλέως εἰ παραδώσει τοῖς πολλοῖς τοὺς εἰς αὐτὸν ἢ τὴν μητέρα τι πεπλημμεληκότας.
すでに日が進み、群衆がその衝動を誰にもぶつけて決着させることができずにいたとき、ソシビオス(彼はソシビオスの息子であり、当時は護衛兵を務めていて、とりわけ王と国政に心を配っていたが)、群衆の衝動が揺るぎないものであること、そして子どもが周囲にいる者たちの不慣れさと群衆の騒ぎのために困惑しているのを見て、自分自身や母親に対して何らかの罪を犯した者たちを群衆に引き渡すかどうかを、王に尋ねた。
§15.32.8τοῦ δὲ κατανεύσαντος, τῶν μὲν σωματοφυλάκων τισὶν εἶπε δηλῶσαι τὴν τοῦ βασιλέως γνώμην, τὸ δὲ παιδίον ἀναστήσας ἀπῆγε πρὸς τὴν θεραπείαν εἰς τὴν ἰδίαν οἰκίαν, σύνεγγυς οὖσαν.
王がうなずくと、彼は護衛兵の何人かに王の意向を伝えるよう命じ、子どもを立ち上がらせて、世話をするために近くにある自分の家へと連れて行った。
§15.32.9τῶν δὲ διασαφούντων τὰ παρὰ τοῦ βασιλέως, κατερρήγνυτο πᾶς ὁ τόπος ὑπὸ τοῦ κρότου καὶ τῆς κραυγῆς.
彼らが王からの伝言を明らかにすると、その場所全体が拍手と叫び声で張り裂けんばかりになった。
§15.32.10οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγαθόκλειαν ἐν τούτῳ τῷ καιρῷ διεχωρίσθησαν ἀλλήλων εἰς τὰς ἰδίας καταλύσεις.
一方、アガトクレスとアガトクレイアの一味はこの間に、互いに分かれてそれぞれの住居へと散っていった。
ταχὺ δὲ τῶν στρατιωτῶν τινες, §15.32.11οἱ μὲν ἐθελοντήν, οἱ δʼ ὑπὸ τοῦ πλήθους ἐξωθούμενοι, παρώρμησαν ἐπὶ τὸ ζητεῖν τοὺς προειρημένους.
しかし、すぐに兵士たちの一部が、ある者は自発的に、またある者は群衆に押し流されて、前述の者たちを捜索することへと駆り立てられた。

語釈・文法注

  1. 15.32.1πρὸς τὸ περιποιήσασθαι τὸ ζῆν αὐτὸ μόνον — 前チャンクの末尾にある `πᾶσαν προϊέμενοι φωνήν`(あらゆる声を上げて)に直接繋がる、目的を表す `πρός` +冠詞付き不定詞の句。前文からの継続した構造であることに注意が必要。
  2. 15.32.3ἅμα δὲ τῷ φανῆναι μεγάλης κραυγῆς καὶ κρότου γενηθέντος — 「〜と同時に」を意味する前置詞的副詞 `ἅμα` +与格冠詞付き不定詞(`τῷ φανῆναι`、「彼が現れたこと」)と、時を表す属格独立構文(`μεγάλης κραυγῆς... γενηθέντος`、「大きな叫び声...が生じたとき」)が並置されている。
  3. 15.32.4τὰ μὲν ... τὰ δὲ — 代名詞の中性複数対格の副詞的用法で、「一方では……他方では……」という対比を導入している。主語は後続の動詞(`ἦσαν`, `δυσηρέστουν`)が示す通り、群衆(`τοὺς ὄχλους`)である。
  4. 15.32.6Σωσίβιος ... ἐπύθετο — 主語 `Σωσίβιος`(32.6)と主動詞 `ἐπύθετο`(32.7)の間に、関係節 `ὃς ἦν...` や、分詞 `θεωρῶν`(32.7)を伴う長大な挿入句が挟まれている。文の主たる骨格は「ソシビオスは……王に尋ねた(`ἐπύθετο τοῦ βασιλέως`)」である。

この箇所を引用する

ポリュビオス, 歴史 §15.32.1-15.32.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.32.1-15.32.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。