§15.31.1ἤδη δὲ τῆς ἡμέρας ὑποφαινούσης ἦν μὲν ἄκριτος ἡ κραυγή, μάλιστα δʼ ἐξ αὐτῆς ἐξέλαμψε τὸ καλεῖν τὸν βασιλέα.
破晓时分,呼喊声依然混乱不堪,但其中最清晰、最响亮的是呼唤国王的声音。
§15.31.2τὸ μὲν οὖν πρῶτον οἱ Μακεδόνες ἐξαναστάντες κατελάβοντο τὸν χρηματιστικὸν πυλῶνα τῶν βασιλείων·
首先,马其顿兵们行动起来,占领了宫殿的政务大门。
§15.31.3μετὰ δέ τινα χρόνον ἐπιγνόντες ποῦ τῆς αὐλῆς ἦν ὁ βασιλεύς, περιελθόντες τὰς μὲν πρώτας τῆς [πρώτης] σύριγγος ἐξέβαλον θύρας, ἐγγίσαντες δὲ τῆς δευτέρας ᾐτοῦντο τὸν παῖδα μετὰ κραυγῆς.
过了一会儿,他们得知了国王在宫殿中的位置,便绕过去,踢开了地下通道的第一道门,逼近第二道门,大声索要那个孩子。
§15.31.4οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα, βλέποντες ἤδη τὰ καθʼ αὑτούς, ἐδέοντο τῶν σωματοφυλάκων πρεσβεῦσαι περὶ αὑτῶν πρὸς τοὺς Μακεδόνας, δηλοῦντας ὅτι τῆς ἐπιτροπείας ἐκχωροῦσι καὶ τῆς ἄλλης ἐξουσίας καὶ τῶν τιμῶν, ἔτι δὲ τῶν χορηγίων ὧν ἔχουσι πάντων, §15.31.5αὐτὸ δὲ τὸ πνευμάτιον δέονται συγχωρηθῆναι σφίσι μετὰ τῆς ἀναγκαίας τροφῆς, ἵνα χωρήσαντες εἰς τὴν ἐξ ἀρχῆς διάθεσιν μηδὲ βουληθέντες ἔτι δύνωνται λυπεῖν μηδένα.
阿加托克雷斯及其同伙看到眼前的局势,便央求护卫兵们代表他们去马其顿兵那里交涉,表明他们将放弃监护权、其他权力和荣誉,甚至放弃他们所拥有的一切俸禄,并请求只给他们留下生命和必需的食物,以便他们回到原先的平民身份,即使想,也无法再危害任何人。
§15.31.6τῶν μὲν οὖν ἄλλων σωματοφυλάκων οὐδεὶς ὑπήκουσεν, Ἀριστομένης δὲ μόνος ὑπέστη τὴν χρείαν ταύτην ὁ μετά τινα χρόνον ἐπὶ τῶν πραγμάτων γενόμενος.
在其他护卫兵中,没有一个人答应,只有阿里斯托梅内斯独自承担了这一任务,他在一段时间后成为了国政的掌权者。
ὁ δʼ ἀνὴρ οὗτος τὸ μὲν γένος ἦν Ἀκαρνάν, §15.31.7καθʼ ὅσον δὲ προβαίνων κατὰ τὴν ἡλικίαν, γενόμενος κύριος τῶν ὅλων πραγμάτων, κάλλιστα καὶ σεμνότατα δοκεῖ προστῆναι τοῦ τε βασιλέως καὶ τῆς βασιλείας, κατὰ τοσοῦτον κεκολακευκέναι τὴν Ἀγαθοκλέους εὐκαιρίαν.
这个人出身于阿卡纳尼亚,随着年龄增长,在成为国家事务的主宰之后,他以极其出色且庄严的方式辅佐了国王并维护了王国,但与此相同的是,他也曾极力巴结过阿加托克雷斯得势之时。
§15.31.8πρῶτος μὲν γὰρ ὡς ἑαυτὸν ἐπὶ δεῖπνον καλέσας τὸν Ἀγαθοκλέα χρυσοῦν στέφανον ἀνέδωκε μόνῳ τῶν παρόντων, ὃ τοῖς βασιλεῦσιν αὐτοῖς ἔθος ἐστὶ μόνοις συγχωρεῖσθαι,
因为他是第一个邀请阿加托克雷斯到家中赴宴、并在在座者中唯一授予他金冠的人,而这通常是只有国王们自身才享有的特权。
§15.31.9πρῶτος δὲ τὴν εἰκόνα τοῦ προειρημένου φέρειν ἐτόλμησεν ἐν τῷ δακτυλίῳ· γενομένης δὲ θυγατρὸς αὐτῷ ταύτην Ἀγαθόκλειαν προσηγόρευσεν.
他也是第一个敢于在戒指上佩戴上述之人肖像的人;当他得了一女,便给她起名为阿加托克莱亚。
§15.31.10ἀλλʼ ἴσως ὑπὲρ μὲν τούτων ἐξαρκεῖ καὶ τὰ νῦν εἰρημένα·
不过,关于这些事,现在说的这些或许已经足够了。
λαβὼν δὲ τὰς προειρημένας ἐντολὰς καὶ διά τινος ῥινοπύλης ἐξελθών, ἧκε πρὸς τοὺς Μακεδόνας.
他接下了上述的嘱托,穿过一道侧门,来到了马其顿兵那里。
§15.31.11βραχέα δʼ αὐτοῦ διαλεχθέντος καὶ δηλώσαντος τὴν προαίρεσιν, ἐπεβάλοντο μὲν οἱ Μακεδόνες παραχρῆμα συγκεντῆσαι, ταχὺ δέ τινων ὑπερεχόντων αὐτοῦ τὰς χεῖρας καὶ παραιτησαμένων τοὺς πολλούς, ἐπανῆλθε λαβὼν ἐντολὴν ἢ τὸν βασιλέα πρὸς αὐτοὺς ἄγονθʼ ἥκειν ἢ μηδʼ αὐτὸν ἐξιέναι.
在他简短发言并表明意图后,马其顿兵们当即企图将他刺死,但由于有些人迅速护住他并向众人求情,他带着“要么把国王带来见他们,要么连他自己也别想出来”的命令返回了。
§15.31.12τὸν μὲν οὖν Ἀριστομένην ταῦτʼ εἰπόντες οἱ Μακεδόνες ἀπέπεμψαν, αὐτοὶ δὲ ταῖς δευτέραις θύραις ἐγγίσαντες ἐξέωσαν καὶ ταύτας.
马其顿兵们对阿里斯托梅内斯说完这些话便打发他走,而他们自己逼近第二道门,也将这道门强行推开了。
§15.31.13οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα θεωροῦντες τὴν τῶν Μακεδόνων βίαν διά τε τῶν ἐνεργουμένων καὶ διὰ τῆς ἀποκρίσεως, τὸ μὲν πρῶτον ἐπεβάλοντο διὰ τῆς θύρας προτείναντες τὰς χεῖρας, ἡ δʼ Ἀγαθόκλεια καὶ τοὺς μασθούς, οἷς ἔφη θρέψαι τὸν βασιλέα, δεῖσθαι τῶν Μακεδόνων, πᾶσαν προϊέμενοι φωνὴν
阿加托克雷斯及其同伙从马其顿兵们的行动和答复中看出了他们的暴力势头,起初他们企图透过门伸出双手,阿加托克莱亚甚至露出了她说曾哺育过国王的乳房,向马其顿兵们哀求,发出各种哭喊声……