§15.25.1ὅτι Σωσίβιος ὁ ψευδεπίτροπος Πτολεμαίου ἐδόκει γεγονέναι σκεῦος ἀγχίνουν καὶ πολυχρόνιον, ἔτι δὲ κακοποιὸν ἐν βασιλείᾳ,
プトレマイオスの偽りの後見人ソシビオスは、王国内で抜け目がなく長命な、しかし害をなす道具であったと思われたこと。
§15.25.2καὶ πρώτῳ μὲν ἀρτῦσαι φόνον Λυσιμάχῳ, ὃς ἦν υἱὸς Ἀρσινόης τῆς Λυσιμάχου καὶ Πτολεμαίου, δευτέρῳ δὲ Μάγᾳ τῷ Πτολεμαίου καὶ Βερενίκης τῆς Μάγα, τρίτῃ δὲ Βερενίκῃ τῇ Πτολεμαίου μητρὶ τοῦ Φιλοπάτορος, τετάρτῳ Κλεομένει τῷ Σπαρτιάτῃ, πέμπτῃ θυγατρὶ Βερενίκης Ἀρσινόῃ.
そして、第一にリシマコス(リシマコスとプトレマイオスの娘アルシノエの息子)に、第二にマガス(プトレマイオスとマガスの娘ベレニケの息子)に、第三にベレニケ(プトレマイオスの娘でフィロパトルの母)に、第四にスパルタ人クレオメネスに、第五にベレニケの娘アルシノエに、暗殺を仕組んだこと。
— §15.25.3μετὰ δʼ ἡμέρας τρεῖς ἢ τέτταρας ἐν τῷ μεγίστῳ περιστύλῳ τῆς αὐλῆς οἰκοδομήσαντες βῆμα συνεκάλεσαν τοὺς ὑπασπιστὰς καὶ τὴν θεραπείαν, ἅμα δὲ τούτοις τοὺς πεζῶν καὶ τοὺς ἱππέων ἡγεμόνας.
— 三、四日の後、彼らは宮殿の最も大きな中庭(ペリスタイル)に演壇を築き、護衛兵と廷臣たち、さらに彼らと共に歩兵と騎兵の指揮官たちを召集した。
§15.25.4ἁθροισθέντων δὲ τούτων ἀναβὰς Ἀγαθοκλῆς καὶ Σωσίβιος ἐπὶ τὸ βῆμα πρῶτον μὲν τὸν τοῦ βασιλέως καὶ τὸν τῆς βασιλίσσης θάνατον ἀνθωμολογήσαντο καὶ τὸ πένθος ἀνέφηναν τοῖς πολλοῖς κατὰ τὸ παρʼ αὐτοῖς ἔθος.
彼らが集まると、アガトクレスとソシビオスは演壇に登り、まず王と王妃の死を公に認め、自分たちの慣習に従って民衆に喪を告げた。
§15.25.5μετὰ δὲ ταῦτα διάδημα τῷ παιδὶ περιθέντες ἀνέδειξαν βασιλέα, καὶ διαθήκην τινὰ παρανέγνωσαν πεπλασμένην, ἐν ᾗ γεγραμμένον ἦν ὅτι καταλείπει τοῦ παιδὸς ἐπιτρόπους ὁ βασιλεὺς Ἀγαθοκλέα καὶ Σωσίβιον·
この後、彼らは少年に王冠(ディアデマ)を授けて王と宣言し、また偽造された遺言書を朗読した。 そこには、王が少年の後見人としてアガトクレスとソシビオスを残すと書かれていた。
§15.25.6καὶ παρεκάλουν τοὺς ἡγεμόνας εὐνοεῖν καὶ διαφυλάττειν τῷ παιδὶ τὴν ἀρχήν·
そして彼らは指揮官たちに、少年に忠誠を尽くし、その支配を維持するよう求めた。
ἐπὶ δὲ τούτοις δύο κάλπιδας ἀργυρᾶς εἰσήνεγκαν, ὡς τῆς μὲν μιᾶς ἐχούσης τὰ τοῦ βασιλέως ὀστᾶ, τῆς δʼ ἑτέρας τὰ τῆς Ἀρσινόης·
その上で彼らは二つの銀の骨壺を運び入れた。 一方には王の遺骨が、もう一方にはアルシノエの遺骨が入っているかのように見せかけて。
§15.25.7εἶχε δʼ ἡ μὲν μία κατʼ ἀλήθειαν τὰ τοῦ βασιλέως, ἡ δʼ ἑτέρα πλήρης ἦν ἀρωμάτων.
実際には、一方には実際に王の遺骨が入っていたが、もう一方は香料で満ちていた。
ταῦτα δὲ ποιήσαντες εὐθέως ἐπετέλουν τὴν ἐκφοράν.
これらを行った後、彼らは直ちに葬儀を執り行った。
ἐν ᾧ καιρῷ πᾶσι τὰ κατὰ τὴν Ἀρσινόην συνέβη γενέσθαι δῆλα.
その時、アルシノエに関する真相がすべての人に明らかになった。
§15.25.8τοῦ γὰρ θανάτου φωτισθέντος ὁ τρόπος ἐπεζητεῖτο τῆς ἀπωλείας·
というのも、彼女の死が知れ渡ると、その死(滅亡)の経緯が詮索されたからである。
οὐκ οὔσης δὲ προφάσεως ἄλλης οὐδεμιᾶς, τῆς ἀληθινῆς φήμης προσπεπτωκυίας, ἀκμὴν δʼ ἀμφισβητουμένης, τὸ κατʼ ἀλήθειαν γεγονὸς ἐν ταῖς ἑκάστων γνώμαις ἐπεσφραγίσθη.
他に何の釈明もなく、真相を伝える噂が広まっており、まだ真偽が議論されていたものの、現実に起こったことが人々の心の中で確信となった。
διὸ καὶ συνέβη μεγάλην γενέσθαι τὴν σύγχυσιν τῶν ὄχλων.
そのため、民衆の間に大きな動揺が生じることとなった。
§15.25.9τοῦ μὲν γὰρ βασιλέως οὐθεὶς οὐθένα λόγον ἐποιεῖτο, περὶ δὲ τῆς Ἀρσινόης, ἀνανεούμενοι τινὲς μὲν τὴν ὀρφανίαν αὐτῆς, ἔνιοι δὲ τὴν ἐξ ἀρχῆς ἐν τῷ ζῆν ὕβριν, ἣν ὑπέμεινε, καὶ τὴν αἰκίαν, σὺν δὲ τούτοις τὸ περὶ τὴν τελευτὴν ἀτύχημα, εἰς τοσαύτην παράστασιν ἐνέπιπτον καὶ δυσθυμίαν ὥστε πλήρη γενέσθαι τὴν πόλιν στεναγμοῦ, δακρύων, οἰμωγῆς ἀκαταπαύστου.
王のことは誰も気にかけなかったが、アルシノエについては、ある者は彼女が身寄りがないことを思い起こし、またある者は彼女が生涯を通じて耐え忍んできた当初からの侮辱や虐待を、そしてこれらに加えて彼女の最期の不幸を思い起こし、人々は非常に大きな興奮と落胆に陥ったため、街は嘆きと涙、そして絶え間のない哀悼の声で満ちるほどであった。
§15.25.10ταῦτα δʼ ἦν τοῖς ὀρθῶς λογιζομένοις οὐχ οὕτω τῆς πρὸς Ἀρσινόην εὐνοίας τεκμήρια, πολὺ δὲ μᾶλλον τοῦ πρὸς τοὺς περὶ τὸν Ἀγαθοκλέα μίσους·
正しく考える人々にとって、これらはアルシノエに対する好意の証拠というよりも、むしろアガトクレスとその一味に対する憎悪の証拠であった。
§15.25.11ὁ δὲ προειρημένος, ἐπειδὴ τὰς ὑδρίας εἰς τοὺς βασιλικοὺς οἴκους ἔθηκε, παραγγείλας ἀποθέσθαι τὰ φαιά, πρῶτον μὲν διμήνου τὰς δυνάμεις ὠψωνίασε, πεπεισμένος τὸ παρὰ τοῖς πολλοῖς μῖσος ἀμβλύνειν διὰ τῆς πρὸς τὸ λυσιτελὲς ὁρμῆς αὐτῶν, εἶτʼ ἐπεξώρκισε τὸν ὅρκον ὃν ἦσαν ὀμνύειν εἰθισμένοι κατὰ τὰς ἀναδείξεις τῶν βασιλέων.
前述の男(アガトクレス)は、骨壺を王宮に納めると、喪服を脱ぐよう命じ、まず軍隊に二ヶ月分の給与を支払い、自らの利益を求める彼らの欲求によって大衆の憎悪を和らげることができると確信した。 次いで、王の即位の際に慣例として立てられる誓いを行わせた。
§15.25.12ἐξαπέστειλε δὲ καὶ Φιλάμμωνα τὸν ἐπιστάντα τῷ τῆς Ἀρσινόης φόνῳ, ποιήσας αὐτὸν Λιβυάρχην τῶν κατὰ Κυρήνην τόπων, τὸ δὲ παιδίον ἐνεχείρισε ταῖς περὶ τὴν Οἰνάνθην καὶ Ἀγαθόκλειαν.
彼はまた、アルシノエの殺害を指揮したフィラモンをキュレネ地方の「リビュア総督」に任命して送り出し、幼子をオイナンテやアガトクレイアらの手の内に委ねた。
§15.25.13μετὰ δὲ ταῦτα Πέλοπα μὲν ἐξέπεμψε τὸν Πέλοπος εἰς τὴν Ἀσίαν πρὸς Ἀντίοχον τὸν βασιλέα, παρακαλέσοντα συντηρεῖν τὴν φιλίαν καὶ μὴ παραβαίνειν τὰς πρὸς τὸν τοῦ παιδὸς πατέρα συνθήκας, Πτολεμαῖον δὲ τὸν Σωσιβίου πρὸς Φίλιππον τά τε περὶ τῆς ἐπιγαμίας συνθησόμενον καὶ παρακαλέσοντα βοηθεῖν, ἐὰν ὁλοσχερέστερον αὐτοὺς Ἀντίοχος ἐπιβάληται παρασπονδεῖν.
この後、彼はペロプスの息子ペロプスをアジアの王アンティオコスのもとへ派遣し、友好関係を維持し、少年の父との条約を違えないよう求めさせた。 また、ソシビオスの息子プトレマイオスをフィリッポスのもとへ派遣し、婚姻同盟に関する取り決めを結ばせ、もしアンティオコスが彼らに対してより大々的な裏切りを企てた場合には、援助を求めるよう手配した。
§15.25.14προεχειρίσατο δὲ καὶ Πτολεμαῖον τὸν Ἀγησάρχου πρεσβευτὴν πρὸς Ῥωμαίους, οὐχ ὡς ἐπισπεύσοντα τὴν πρεσβείαν, ἀλλʼ ὡς, ἂν ἅψηται τῆς Ἑλλάδος καὶ συμμίξῃ τοῖς ἐκεῖ φίλοις καὶ συγγενέσιν, αὐτοῦ καταμενοῦντα.
彼はまた、アゲサルコスの息子プトレマイオスをローマへの使節に任命したが、これは使節としての任務を急がせるためではなく、彼がギリシアに到着し、現地の友人や親族と合流したなら、そこに留まるであろうと考えたからである。
§15.25.15προέκειτο γὰρ αὐτῷ πάντας τοὺς ἐπιφανεῖς ἄνδρας ἐκποδὼν ποιῆσαι.
というのも、彼の目的はすべての著名な人物を排除することであったからである。
§15.25.16ἐξαπέστειλε δὲ καὶ Σκόπαν τὸν Αἰτωλὸν ἐπὶ ξενολογίαν εἰς τὴν Ἑλλάδα, πλῆθος χρυσίου συνθεὶς εἰς τὰ προδόματα.
彼はまた、アイトリア人スコパスを傭兵募集のためにギリシアへ派遣し、手付金として多額の金貨を持たせた。
§15.25.17δύο γὰρ ἔσχε προθέσεις ὑπὲρ ταύτης τῆς ἐπιβολῆς, μίαν μὲν ἀποχρῆσθαι τοῖς ξενολογηθεῖσιν εἰς τὸν πρὸς Ἀντίοχον πόλεμον, ἄλλην δὲ τοὺς ἀρχαίους καὶ προϋπάρχοντας ξένους ἐπὶ τὰ κατὰ τὴν χώραν φρούρια καὶ τὰς κατοικίας ἀποστεῖλαι, τοῖς δὲ παραγενομένοις ἀναπληρῶσαι καὶ καινοποιῆσαι τὴν θεραπείαν καὶ τὰ περὶ τὴν αὐλὴν φυλακεῖα, παραπλησίως δὲ καὶ κατὰ τὴν ἄλλην πόλιν,
この計画に関して、彼には二つの意図があった。 一つは、募集された傭兵たちをアンティオコスとの戦争に利用することであり、もう一つは、古くからいる既存の外国人傭兵たちを地方の砦や入植地へ送り出し、新しく到着した者たちで、宮廷の廷臣や護衛、さらには都市の他の部分の警備を補充・一新することであった。
§15.25.18νομίζων τοὺς διʼ αὑτοῦ ξενολογηθέντας καὶ μισθοδοτουμένους τῶν μὲν προγεγονότων μηδενὶ συμπαθήσοντας διὰ τὸ μηδὲν γινώσκειν, ἐν αὐτῷ δὲ τὰς ἐλπίδας ἔχοντας καὶ τῆς σωτηρίας καὶ τῆς ἐπανορθώσεως, ἑτοίμους ἕξειν συναγωνιστὰς καὶ συνεργοὺς πρὸς τὸ παραγγελλόμενον.
自分によって募集され給料を支払われている者たちは、過去の出来事のいずれにも(何も知らないがゆえに)同情を寄せることはなく、自分自身にこそ彼らの安全と立身の希望を置くため、命じられた事柄に対して喜んで味方となり、協力者となるであろうと考えたからである。