§15.25.1ὅτι Σωσίβιος ὁ ψευδεπίτροπος Πτολεμαίου ἐδόκει γεγονέναι σκεῦος ἀγχίνουν καὶ πολυχρόνιον, ἔτι δὲ κακοποιὸν ἐν βασιλείᾳ, §15.25.2καὶ πρώτῳ μὲν ἀρτῦσαι φόνον Λυσιμάχῳ, ὃς ἦν υἱὸς Ἀρσινόης τῆς Λυσιμάχου καὶ Πτολεμαίου, δευτέρῳ δὲ Μάγᾳ τῷ Πτολεμαίου καὶ Βερενίκης τῆς Μάγα, τρίτῃ δὲ Βερενίκῃ τῇ Πτολεμαίου μητρὶ τοῦ Φιλοπάτορος, τετάρτῳ Κλεομένει τῷ Σπαρτιάτῃ, πέμπτῃ θυγατρὶ Βερενίκης Ἀρσινόῃ.
即,托勒密的伪监护人索西比乌斯在王国内似乎成了一个精明且长寿、但却为害一方的工具,并且他首先策划了对利西马科斯(利西马科斯与托勒密之女阿尔西诺伊的儿子)的谋杀;其次是对马加斯(托勒密与马加斯之女贝雷尼切的儿子);第三是对贝雷尼切(托勒密的女儿,菲洛帕托尔的母亲);第四是对斯巴达人克莱奥梅尼;第五是对贝雷尼切之女阿尔西诺伊。
— §15.25.3μετὰ δʼ ἡμέρας τρεῖς ἢ τέτταρας ἐν τῷ μεγίστῳ περιστύλῳ τῆς αὐλῆς οἰκοδομήσαντες βῆμα συνεκάλεσαν τοὺς ὑπασπιστὰς καὶ τὴν θεραπείαν, ἅμα δὲ τούτοις τοὺς πεζῶν καὶ τοὺς ἱππέων ἡγεμόνας.
— 三四天后,他们在王宫最大的柱廊中庭里建造了一个演坛,召集了护卫兵和朝臣,同时还有步兵和骑兵的指挥官。
§15.25.4ἁθροισθέντων δὲ τούτων ἀναβὰς Ἀγαθοκλῆς καὶ Σωσίβιος ἐπὶ τὸ βῆμα πρῶτον μὲν τὸν τοῦ βασιλέως καὶ τὸν τῆς βασιλίσσης θάνατον ἀνθωμολογήσαντο καὶ τὸ πένθος ἀνέφηναν τοῖς πολλοῖς κατὰ τὸ παρʼ αὐτοῖς ἔθος.
众人聚集之后,阿加托克利斯和索西比乌斯登上演坛,首先公开承认了国王和王后的死讯,并按照当地的习俗向民众宣布致哀。
§15.25.5μετὰ δὲ ταῦτα διάδημα τῷ παιδὶ περιθέντες ἀνέδειξαν βασιλέα, καὶ διαθήκην τινὰ παρανέγνωσαν πεπλασμένην, ἐν ᾗ γεγραμμένον ἦν ὅτι καταλείπει τοῦ παιδὸς ἐπιτρόπους ὁ βασιλεὺς Ἀγαθοκλέα καὶ Σωσίβιον·
此后,他们给那男孩戴上王冠并宣布他为国王,并宣读了一份伪造的遗嘱,其中写着国王留下一批监护人,即阿加托克利斯和索西比乌斯。
§15.25.6καὶ παρεκάλουν τοὺς ἡγεμόνας εὐνοεῖν καὶ διαφυλάττειν τῷ παιδὶ τὴν ἀρχήν·
他们敦促指挥官们忠于职守,为男孩护卫王权。
ἐπὶ δὲ τούτοις δύο κάλπιδας ἀργυρᾶς εἰσήνεγκαν, ὡς τῆς μὲν μιᾶς ἐχούσης τὰ τοῦ βασιλέως ὀστᾶ, τῆς δʼ ἑτέρας τὰ τῆς Ἀρσινόης·
在此之上,他们抬进了两个银瓮,声称其中一个装着国王的骨灰,另一个装着阿尔西诺伊的骨灰。
§15.25.7εἶχε δʼ ἡ μὲν μία κατʼ ἀλήθειαν τὰ τοῦ βασιλέως, ἡ δʼ ἑτέρα πλήρης ἦν ἀρωμάτων.
事实上,其中一个确实装有国王的遗骨,而另一个却装满了香料。
ταῦτα δὲ ποιήσαντες εὐθέως ἐπετέλουν τὴν ἐκφοράν.
做完这些后,他们立即举行了葬礼。
ἐν ᾧ καιρῷ πᾶσι τὰ κατὰ τὴν Ἀρσινόην συνέβη γενέσθαι δῆλα.
就在此时,关于阿尔西诺伊的事情真相大白于天下。
§15.25.8τοῦ γὰρ θανάτου φωτισθέντος ὁ τρόπος ἐπεζητεῖτο τῆς ἀπωλείας· οὐκ οὔσης δὲ προφάσεως ἄλλης οὐδεμιᾶς, τῆς ἀληθινῆς φήμης προσπεπτωκυίας, ἀκμὴν δʼ ἀμφισβητουμένης, τὸ κατʼ ἀλήθειαν γεγονὸς ἐν ταῖς ἑκάστων γνώμαις ἐπεσφραγίσθη.
因为当她的死讯公开后,人们纷纷打听她死去的途径;由于没有任何其他的说辞,而真实的传闻已经传开,尽管当时仍有争论,但实际发生的事实在每个人的心中都盖棺论定。
διὸ καὶ συνέβη μεγάλην γενέσθαι τὴν σύγχυσιν τῶν ὄχλων.
因此,群情激愤,导致了巨大的混乱。
§15.25.9τοῦ μὲν γὰρ βασιλέως οὐθεὶς οὐθένα λόγον ἐποιεῖτο, περὶ δὲ τῆς Ἀρσινόης, ἀνανεούμενοι τινὲς μὲν τὴν ὀρφανίαν αὐτῆς, ἔνιοι δὲ τὴν ἐξ ἀρχῆς ἐν τῷ ζῆν ὕβριν, ἣν ὑπέμεινε, καὶ τὴν αἰκίαν, σὺν δὲ τούτοις τὸ περὶ τὴν τελευτὴν ἀτύχημα, εἰς τοσαύτην παράστασιν ἐνέπιπτον καὶ δυσθυμίαν ὥστε πλήρη γενέσθαι τὴν πόλιν στεναγμοῦ, δακρύων, οἰμωγῆς ἀκαταπαύστου.
因为没有人理会国王,但关于阿尔西诺伊,有人回想起她的孤苦无依,有人回想起她一生中从一开始就忍受的侮辱和虐待,再加上她惨遭横死的厄运,陷入了极度的悲愤与沮丧,以致整座城市充斥着叹息、泪水和连绵不断的哀号。
§15.25.10ταῦτα δʼ ἦν τοῖς ὀρθῶς λογιζομένοις οὐχ οὕτω τῆς πρὸς Ἀρσινόην εὐνοίας τεκμήρια, πολὺ δὲ μᾶλλον τοῦ πρὸς τοὺς περὶ τὸν Ἀγαθοκλέα μίσους·
对于理性思考的人来说,这些与其说是对阿尔西诺伊好感的证明,倒不如说是对阿加托克利斯一伙憎恨的证据。
§15.25.11ὁ δὲ προειρημένος, ἐπειδὴ τὰς ὑδρίας εἰς τοὺς βασιλικοὺς οἴκους ἔθηκε, παραγγείλας ἀποθέσθαι τὰ φαιά, πρῶτον μὲν διμήνου τὰς δυνάμεις ὠψωνίασε, πεπεισμένος τὸ παρὰ τοῖς πολλοῖς μῖσος ἀμβλύνειν διὰ τῆς πρὸς τὸ λυσιτελὲς ὁρμῆς αὐτῶν, εἶτʼ ἐπεξώρκισε τὸν ὅρκον ὃν ἦσαν ὀμνύειν εἰθισμένοι κατὰ τὰς ἀναδείξεις τῶν βασιλέων.
前述的那个人在将骨灰瓮安置在王宫之后,下令脱去丧服。 首先,他向军队发放了两个月的军饷,确信可以通过激发他们对利益的追求来化解民众的憎恨;接着,他让大家宣读了在宣告新王登基时惯常宣读的誓言。
§15.25.12ἐξαπέστειλε δὲ καὶ Φιλάμμωνα τὸν ἐπιστάντα τῷ τῆς Ἀρσινόης φόνῳ, ποιήσας αὐτὸν Λιβυάρχην τῶν κατὰ Κυρήνην τόπων, τὸ δὲ παιδίον ἐνεχείρισε ταῖς περὶ τὴν Οἰνάνθην καὶ Ἀγαθόκλειαν.
他还派遣了指挥谋杀阿尔西诺伊的菲拉蒙,任命他为库雷奈地区利比亚领地的长官,并将幼童交托给奥伊南特和阿加托克莱雅等人看管。
§15.25.13μετὰ δὲ ταῦτα Πέλοπα μὲν ἐξέπεμψε τὸν Πέλοπος εἰς τὴν Ἀσίαν πρὸς Ἀντίοχον τὸν βασιλέα, παρακαλέσοντα συντηρεῖν τὴν φιλίαν καὶ μὴ παραβαίνειν τὰς πρὸς τὸν τοῦ παιδὸς πατέρα συνθήκας, Πτολεμαῖον δὲ τὸν Σωσιβίου πρὸς Φίλιππον τά τε περὶ τῆς ἐπιγαμίας συνθησόμενον καὶ παρακαλέσοντα βοηθεῖν, ἐὰν ὁλοσχερέστερον αὐτοὺς Ἀντίοχος ἐπιβάληται παρασπονδεῖν.
之后,他将佩洛普斯之子佩洛普斯派往亚洲的国王安条克处,敦促其保持友好,不要违反与男孩之父达成的协议;并将索西比乌斯之子托勒密派往腓力处,商讨通婚结盟之事,并请求若安条克企图更彻底地背盟,则给予援助。
§15.25.14προεχειρίσατο δὲ καὶ Πτολεμαῖον τὸν Ἀγησάρχου πρεσβευτὴν πρὸς Ῥωμαίους, οὐχ ὡς ἐπισπεύσοντα τὴν πρεσβείαν, ἀλλʼ ὡς, ἂν ἅψηται τῆς Ἑλλάδος καὶ συμμίξῃ τοῖς ἐκεῖ φίλοις καὶ συγγενέσιν, αὐτοῦ καταμενοῦντα.
他还委派了阿格萨尔科斯之子托勒密为去往罗马人的使节,并非为了让他催促使团的进度,而是认为一旦他到达希腊并与那里的朋友和亲戚会合,他就会留在那里。
§15.25.15προέκειτο γὰρ αὐτῷ πάντας τοὺς ἐπιφανεῖς ἄνδρας ἐκποδὼν ποιῆσαι.
因为他的意图正是要把所有杰出的人都清除出去。
§15.25.16ἐξαπέστειλε δὲ καὶ Σκόπαν τὸν Αἰτωλὸν ἐπὶ ξενολογίαν εἰς τὴν Ἑλλάδα, πλῆθος χρυσίου συνθεὶς εἰς τὰ προδόματα.
他还派遣了埃托利亚人斯科普斯去希腊招募雇佣兵,并带去了大批黄金作为定金。
§15.25.17δύο γὰρ ἔσχε προθέσεις ὑπὲρ ταύτης τῆς ἐπιβολῆς, μίαν μὲν ἀποχρῆσθαι τοῖς ξενολογηθεῖσιν εἰς τὸν πρὸς Ἀντίοχον πόλεμον, ἄλλην δὲ τοὺς ἀρχαίους καὶ προϋπάρχοντας ξένους ἐπὶ τὰ κατὰ τὴν χώραν φρούρια καὶ τὰς κατοικίας ἀποστεῖλαι, τοῖς δὲ παραγενομένοις ἀναπληρῶσαι καὶ καινοποιῆσαι τὴν θεραπείαν καὶ τὰ περὶ τὴν αὐλὴν φυλακεῖα, παραπλησίως δὲ καὶ κατὰ τὴν ἄλλην πόλιν, §15.25.18νομίζων τοὺς διʼ αὑτοῦ ξενολογηθέντας καὶ μισθοδοτουμένους τῶν μὲν προγεγονότων μηδενὶ συμπαθήσοντας διὰ τὸ μηδὲν γινώσκειν, ἐν αὐτῷ δὲ τὰς ἐλπίδας ἔχοντας καὶ τῆς σωτηρίας καὶ τῆς ἐπανορθώσεως, ἑτοίμους ἕξειν συναγωνιστὰς καὶ συνεργοὺς πρὸς τὸ παραγγελλόμενον.
因为在此计划中他有两个目的:一是利用招募来的雇佣兵对付与安条克的战争;二是把那些原有的、资深的外国雇佣兵调派到全国各地的防线和定居点,而用新来的人来填补并更新朝臣、宫廷护卫,以及全城各处的守卫,因为他认为,那些由他自己招募并支付薪水的人,由于对过去的事情一无所知,所以对过去的任何人事物都不会产生同情心,而会把自身安全与晋升的希望寄托在他身上,随时准备做他所下达命令的并肩作战者和协助者。