§15.25.1ὅτι Σωσίβιος ὁ ψευδεπίτροπος Πτολεμαίου ἐδόκει γεγονέναι σκεῦος ἀγχίνουν καὶ πολυχρόνιον, ἔτι δὲ κακοποιὸν ἐν βασιλείᾳ, §15.25.2καὶ πρώτῳ μὲν ἀρτῦσαι φόνον Λυσιμάχῳ, ὃς ἦν υἱὸς Ἀρσινόης τῆς Λυσιμάχου καὶ Πτολεμαίου, δευτέρῳ δὲ Μάγᾳ τῷ Πτολεμαίου καὶ Βερενίκης τῆς Μάγα, τρίτῃ δὲ Βερενίκῃ τῇ Πτολεμαίου μητρὶ τοῦ Φιλοπάτορος, τετάρτῳ Κλεομένει τῷ Σπαρτιάτῃ, πέμπτῃ θυγατρὶ Βερενίκης Ἀρσινόῃ. — §15.25.3μετὰ δʼ ἡμέρας τρεῖς ἢ τέτταρας ἐν τῷ μεγίστῳ περιστύλῳ τῆς αὐλῆς οἰκοδομήσαντες βῆμα συνεκάλεσαν τοὺς ὑπασπιστὰς καὶ τὴν θεραπείαν, ἅμα δὲ τούτοις τοὺς πεζῶν καὶ τοὺς ἱππέων ἡγεμόνας.
That Sosibius, the false guardian of Ptolemy, was thought to have been a cunning and long-lived, yet destructive instrument in the kingdom, and that he engineered the murder first of Lysimachus, who was the son of Arsinoe (the daughter of Lysimachus) and Ptolemy; secondly of Magas, the son of Ptolemy and Berenice (the daughter of Magas); thirdly of Berenice, the daughter of Ptolemy and mother of Philopator; fourthly of Cleomenes the Spartan; and fifthly of Arsinoe, the daughter of Berenice. — Three or four days later, having constructed a platform in the largest peristyle of the palace, they summoned the bodyguards and the court officials, and together with them the commanders of the infantry and cavalry.
§15.25.4ἁθροισθέντων δὲ τούτων ἀναβὰς Ἀγαθοκλῆς καὶ Σωσίβιος ἐπὶ τὸ βῆμα πρῶτον μὲν τὸν τοῦ βασιλέως καὶ τὸν τῆς βασιλίσσης θάνατον ἀνθωμολογήσαντο καὶ τὸ πένθος ἀνέφηναν τοῖς πολλοῖς κατὰ τὸ παρʼ αὐτοῖς ἔθος.
When these were assembled, Agathocles and Sosibius ascended the platform and, first of all, publicly acknowledged the deaths of the king and queen, and proclaimed the mourning to the multitude according to their custom.
§15.25.5μετὰ δὲ ταῦτα διάδημα τῷ παιδὶ περιθέντες ἀνέδειξαν βασιλέα, καὶ διαθήκην τινὰ παρανέγνωσαν πεπλασμένην, ἐν ᾗ γεγραμμένον ἦν ὅτι καταλείπει τοῦ παιδὸς ἐπιτρόπους ὁ βασιλεὺς Ἀγαθοκλέα καὶ Σωσίβιον·
After this, they placed the diadem on the boy and declared him king, and read aloud a forged will, in which it was written that the king left Agathocles and Sosibius as guardians of the boy.
§15.25.6καὶ παρεκάλουν τοὺς ἡγεμόνας εὐνοεῖν καὶ διαφυλάττειν τῷ παιδὶ τὴν ἀρχήν· ἐπὶ δὲ τούτοις δύο κάλπιδας ἀργυρᾶς εἰσήνεγκαν, ὡς τῆς μὲν μιᾶς ἐχούσης τὰ τοῦ βασιλέως ὀστᾶ, τῆς δʼ ἑτέρας τὰ τῆς Ἀρσινόης·
And they exhorted the commanders to be loyal and to preserve the kingdom for the boy; furthermore, they brought in two silver urns, presenting them as if one contained the bones of the king, and the other those of Arsinoe.
§15.25.7εἶχε δʼ ἡ μὲν μία κατʼ ἀλήθειαν τὰ τοῦ βασιλέως, ἡ δʼ ἑτέρα πλήρης ἦν ἀρωμάτων.
In fact, one did contain the bones of the king, but the other was full of spices.
ταῦτα δὲ ποιήσαντες εὐθέως ἐπετέλουν τὴν ἐκφοράν.
Having done this, they immediately performed the funeral procession.
ἐν ᾧ καιρῷ πᾶσι τὰ κατὰ τὴν Ἀρσινόην συνέβη γενέσθαι δῆλα.
At this moment, the truth of what had happened to Arsinoe became clear to all.
§15.25.8τοῦ γὰρ θανάτου φωτισθέντος ὁ τρόπος ἐπεζητεῖτο τῆς ἀπωλείας· οὐκ οὔσης δὲ προφάσεως ἄλλης οὐδεμιᾶς, τῆς ἀληθινῆς φήμης προσπεπτωκυίας, ἀκμὴν δʼ ἀμφισβητουμένης, τὸ κατʼ ἀλήθειαν γεγονὸς ἐν ταῖς ἑκάστων γνώμαις ἐπεσφραγίσθη.
For when her death was made public, the manner of her destruction was eagerly investigated; and since there was no other explanation, and the true report had spread, though still debated, what had actually happened was sealed in the minds of everyone.
διὸ καὶ συνέβη μεγάλην γενέσθαι τὴν σύγχυσιν τῶν ὄχλων.
Consequently, a great confusion arose among the crowds.
§15.25.9τοῦ μὲν γὰρ βασιλέως οὐθεὶς οὐθένα λόγον ἐποιεῖτο, περὶ δὲ τῆς Ἀρσινόης, ἀνανεούμενοι τινὲς μὲν τὴν ὀρφανίαν αὐτῆς, ἔνιοι δὲ τὴν ἐξ ἀρχῆς ἐν τῷ ζῆν ὕβριν, ἣν ὑπέμεινε, καὶ τὴν αἰκίαν, σὺν δὲ τούτοις τὸ περὶ τὴν τελευτὴν ἀτύχημα, εἰς τοσαύτην παράστασιν ἐνέπιπτον καὶ δυσθυμίαν ὥστε πλήρη γενέσθαι τὴν πόλιν στεναγμοῦ, δακρύων, οἰμωγῆς ἀκαταπαύστου.
For no one took any account of the king, but concerning Arsinoe, some recalling her friendless condition, and others the insults and abuse she had endured during her life from the very beginning, and in addition to these the misfortune of her end, fell into such a state of passion and distress that the city became full of groaning, tears, and ceaseless lamentation.
§15.25.10ταῦτα δʼ ἦν τοῖς ὀρθῶς λογιζομένοις οὐχ οὕτω τῆς πρὸς Ἀρσινόην εὐνοίας τεκμήρια, πολὺ δὲ μᾶλλον τοῦ πρὸς τοὺς περὶ τὸν Ἀγαθοκλέα μίσους·
To those who reasoned correctly, these were signs not so much of goodwill toward Arsinoe as of hatred toward Agathocles and his faction.
§15.25.11ὁ δὲ προειρημένος, ἐπειδὴ τὰς ὑδρίας εἰς τοὺς βασιλικοὺς οἴκους ἔθηκε, παραγγείλας ἀποθέσθαι τὰ φαιά, πρῶτον μὲν διμήνου τὰς δυνάμεις ὠψωνίασε, πεπεισμένος τὸ παρὰ τοῖς πολλοῖς μῖσος ἀμβλύνειν διὰ τῆς πρὸς τὸ λυσιτελὲς ὁρμῆς αὐτῶν, εἶτʼ ἐπεξώρκισε τὸν ὅρκον ὃν ἦσαν ὀμνύειν εἰθισμένοι κατὰ τὰς ἀναδείξεις τῶν βασιλέων.
The aforementioned man, when he had deposited the urns in the royal palace, ordered the people to put off their mourning clothes. First, he paid the troops two months' wages, being convinced that he could blunt the hatred of the multitude by appealing to their self-interest; then he made them swear the oath which they were accustomed to swear at the proclamations of the kings.
§15.25.12ἐξαπέστειλε δὲ καὶ Φιλάμμωνα τὸν ἐπιστάντα τῷ τῆς Ἀρσινόης φόνῳ, ποιήσας αὐτὸν Λιβυάρχην τῶν κατὰ Κυρήνην τόπων, τὸ δὲ παιδίον ἐνεχείρισε ταῖς περὶ τὴν Οἰνάνθην καὶ Ἀγαθόκλειαν.
He also dispatched Philammon, who had directed the murder of Arsinoe, making him governor of Libya in the districts of Cyrene, and entrusted the child to Oenanthe and Agathoclea.
§15.25.13μετὰ δὲ ταῦτα Πέλοπα μὲν ἐξέπεμψε τὸν Πέλοπος εἰς τὴν Ἀσίαν πρὸς Ἀντίοχον τὸν βασιλέα, παρακαλέσοντα συντηρεῖν τὴν φιλίαν καὶ μὴ παραβαίνειν τὰς πρὸς τὸν τοῦ παιδὸς πατέρα συνθήκας, Πτολεμαῖον δὲ τὸν Σωσιβίου πρὸς Φίλιππον τά τε περὶ τῆς ἐπιγαμίας συνθησόμενον καὶ παρακαλέσοντα βοηθεῖν, ἐὰν ὁλοσχερέστερον αὐτοὺς Ἀντίοχος ἐπιβάληται παρασπονδεῖν.
After this, he sent Pelops, the son of Pelops, to Asia to King Antiochus, to urge him to maintain friendship and not to violate the treaties made with the boy's father; and Ptolemy, the son of Sosibius, to Philip, to conclude a treaty of intermarriage and to entreat his aid if Antiochus should attempt to break faith with them more completely.
§15.25.14προεχειρίσατο δὲ καὶ Πτολεμαῖον τὸν Ἀγησάρχου πρεσβευτὴν πρὸς Ῥωμαίους, οὐχ ὡς ἐπισπεύσοντα τὴν πρεσβείαν, ἀλλʼ ὡς, ἂν ἅψηται τῆς Ἑλλάδος καὶ συμμίξῃ τοῖς ἐκεῖ φίλοις καὶ συγγενέσιν, αὐτοῦ καταμενοῦντα.
He also appointed Ptolemy, the son of Agesarchus, as ambassador to the Romans, not with the intention that he should hasten the embassy, but in the expectation that once he reached Greece and joined his friends and relatives there, he would remain there.
§15.25.15προέκειτο γὰρ αὐτῷ πάντας τοὺς ἐπιφανεῖς ἄνδρας ἐκποδὼν ποιῆσαι.
For his purpose was to remove all distinguished men out of his way.
§15.25.16ἐξαπέστειλε δὲ καὶ Σκόπαν τὸν Αἰτωλὸν ἐπὶ ξενολογίαν εἰς τὴν Ἑλλάδα, πλῆθος χρυσίου συνθεὶς εἰς τὰ προδόματα.
He also sent Scopas the Aetolian to Greece to recruit mercenaries, providing him with a large amount of gold for advanced payments.
§15.25.17δύο γὰρ ἔσχε προθέσεις ὑπὲρ ταύτης τῆς ἐπιβολῆς, μίαν μὲν ἀποχρῆσθαι τοῖς ξενολογηθεῖσιν εἰς τὸν πρὸς Ἀντίοχον πόλεμον, ἄλλην δὲ τοὺς ἀρχαίους καὶ προϋπάρχοντας ξένους ἐπὶ τὰ κατὰ τὴν χώραν φρούρια καὶ τὰς κατοικίας ἀποστεῖλαι, τοῖς δὲ παραγενομένοις ἀναπληρῶσαι καὶ καινοποιῆσαι τὴν θεραπείαν καὶ τὰ περὶ τὴν αὐλὴν φυλακεῖα, παραπλησίως δὲ καὶ κατὰ τὴν ἄλλην πόλιν, §15.25.18νομίζων τοὺς διʼ αὑτοῦ ξενολογηθέντας καὶ μισθοδοτουμένους τῶν μὲν προγεγονότων μηδενὶ συμπαθήσοντας διὰ τὸ μηδὲν γινώσκειν, ἐν αὐτῷ δὲ τὰς ἐλπίδας ἔχοντας καὶ τῆς σωτηρίας καὶ τῆς ἐπανορθώσεως, ἑτοίμους ἕξειν συναγωνιστὰς καὶ συνεργοὺς πρὸς τὸ παραγγελλόμενον.
For he had two purposes in this design: one, to use the recruited mercenaries for the war against Antiochus; the other, to dispatch the old and pre-existing mercenaries to the garrisons and settlements throughout the country, and to replace and renew the court guard and palace sentries with the newcomers, and likewise throughout the rest of the city, thinking that those who were recruited and paid by him would feel no sympathy for any of the past events, since they knew nothing of them, and because they placed their hopes of safety and advancement in him, they would be ready companions in arms and helpers in whatever was ordered.