Humanitext Reader

ポリュビオス · 歴史 §15.25.19-15.25.37

アガトクレスの専横とトレポレモスとの対立

835 / 1311 箇所 · ギリシア語

要旨

アガトクレスは政敵を排除した後に再び堕落し、人々はトレポレモスに希望を託す。その後、トレポレモスとアガトクレスの対立が表面化し、民衆の不満が暴動を招くこととなる。

§15.25.19ταῦτα δʼ ἐγενήθη πρότερα τοῦ παρὰ Φιλίππῳ διαβουλίου, ὡς ἐδηλώσαμεν·
これらの出来事は、私たちが示したように、フィリッポスの宮廷における協議よりも前に起きた。
ἀλλʼ ἐκείνων κατὰ τὴν τῆς διηγήσεως τάξιν προτέρων λαμβανομένων ἀναγκαῖον ἦν οὕτως ταῦτα χειρίζειν ὥστε πρότερον ἐξηγεῖσθαι τὰς ἐντεύξεις καὶ τοὺς χρηματισμοὺς τῶν πρεσβευτῶν καὶ τῆς καταστάσεως καὶ τῆς ἐξαποστολῆς.
しかし、叙述の順序においてそれらの出来事が先に扱われるため、使節たちの会見や交渉、および彼らの任命と派遣について先に説明するように、これらの出来事をこのように処理することが必要であった。
§15.25.20ὁ δʼ Ἀγαθοκλῆς ἐπεὶ τοὺς ἐπιφανεστάτους τῶν ἀνδρῶν ἐκποδὼν ἐποίησε, καὶ τὸ πολὺ τῆς τοῦ πλήθους ὀργῆς παρακατέσχε τῇ τῶν ὀψωνίων ἀποδόσει, παρὰ πόδας εἰς τὴν ἐξ ἀρχῆς συνήθειαν ἐπανῆλθε.
一方、アガトクレスは最も著名な人々を排除し、給与の支払いによって民衆の怒りの大部分を抑え込むと、すぐに元の習慣へと戻った。
καὶ τὰς μὲν τῶν φίλων χώρας ἀνεπλήρωσε, §15.25.21παρεισαγαγὼν ἐκ τῆς διακονίας καὶ τῆς ἄλλης ὑπηρεσίας τοὺς εἰκαιοτάτους καὶ θρασυτάτους·
そして彼は友たちの地位を、下働きやその他の奉公人の中から、最も卑俗で最も厚かましい者たちを割り込ませて任命した。
§15.25.22αὐτὸς δὲ τὸ πολὺ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐν μέθῃ διέτριβε καὶ ταῖς τῇ μέθῃ παρεπομέναις ἀκρασίαις, οὐ φειδόμενος οὔτʼ ἀκμαζούσης γυναικὸς οὔτε νύμφης οὔτε παρθένου, καὶ πάντα ταῦτʼ ἔπραττε μετὰ τῆς ἐπαχθεστάτης φαντασίας.
彼自身は昼夜の大部分を泥酔とそれに伴う不節制の中に過ごし、妙齢の婦人も、花嫁も、処女も容赦せず、これらすべてを極めて不快で見苦しい態度で行った。
§15.25.23ὅθεν πολλῆς μὲν καὶ παντοδαπῆς γινομένης δυσαρεστήσεως, οὐδεμιᾶς δὲ θεραπείας οὐδὲ βοηθείας προσαγομένης, τὸ δʼ ἐναντίον ἀεὶ προσεπαγομένης ὕβρεως, ὑπερηφανίας, ῥᾳθυμίας, §15.25.24ἀνεθυμιᾶτο πάλιν ἐν τοῖς πολλοῖς τὸ προϋπάρχον μῖσος καὶ πάντες ἀνενεοῦντο τὰ προγεγενημένα περὶ τὴν βασιλείαν ἀτυχήματα διὰ τοὺς ἀνθρώπους τούτους.
その結果、多大なる、またあらゆる種類の不満が生じたが、何の治療策も救済策も施されず、それどころか常にさらなる横暴、傲慢、不誠実が加えられたため、大衆の間でかつてからの憎悪が再び燃え上がり、誰もがこれらの者たちのせいで王国に起こった過去の災難を思い起こした。
§15.25.25τῷ δὲ μηδὲν ἔχειν πρόσωπον ἀξιόχρεων τὸ προστησόμενον, καὶ διʼ οὗ τὴν ὀργὴν εἰς τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγαθόκλειαν ἀπερείσονται, τὴν ἡσυχίαν ἦγον, ἔτι μίαν ἐλπίδα καραδοκοῦντες τὴν κατὰ τὸν Τληπόλεμον καὶ ταύτῃ προσανέχοντες.
しかし、先頭に立って導いてくれるような頼るに足る人物、そして自分たちの怒りをアガトクレスとアガトクレイアに向けてぶつけるための拠り所となるような人物が誰もいなかったため、彼らは静観していたが、トレポレモスに関する唯一の希望を今なお待ち望み、これに頼りにしていた。
§15.25.26ὁ δὲ Τληπόλεμος, ἕως μὲν ὁ βασιλεὺς ἔζη, τὰ καθʼ αὑτὸν ἔπραττεν· ἅμα δὲ τῷ μεταλλάξαι ʼκεῖνον ταχέως ἐξομαλίσας τὰ πλήθη στρατηγὸς πάλιν ἐγενήθη τῶν κατὰ Πηλούσιον τόπων.
一方、トレポレモスは、王が存命中には自分の職務を果たしていたが、王が亡くなるとすぐに民衆を和らげ、再びペルシオン地方の将軍となった。
§15.25.27καὶ τὰς μὲν ἀρχὰς ἐποιεῖτο τὴν ἀναφορὰν τῶν πραττομένων ἐπὶ τὸ τοῦ βασιλέως συμφέρον, πεπεισμένος ὑπάρξειν τι συνέδριον ὃ τήν τε τοῦ παιδὸς ἐπιτροπείαν ἕξει καὶ τὴν τῶν ὅλων προστασίαν.
そして最初は、少年の後見と国政全般の指導を引き受ける何らかの評議会が存在するはずだと確信して、自分の行動の報告を王の利益のために行っていた。
§15.25.28ὡς δʼ ἑώρα τοὺς μὲν ἀξίους ἐπιτροπῆς ἄνδρας ἐκποδὼν γεγονότας, τῆς δὲ τῶν ὅλων ἀρχῆς κατατολμῶντα τὸν Ἀγαθοκλέα, ταχέως ἐφʼ ἑτέρας ἐγένετο γνώμης, ὑφορώμενος τὸν προεστῶτα κίνδυνον διὰ τὴν ὑποκειμένην αὐτοῖς ἔχθραν, καὶ τάς τε δυνάμεις περὶ αὑτὸν ἥθροιζε καὶ περὶ πόρον ἐγίνετο χρημάτων, ἵνα μηδενὶ τῶν ἐχθρῶν εὐχείρωτος ᾖ.
しかし、後見人にふさわしい人々が排除され、アガトクレスが国政全般の支配を僭越にも企てているのを目にすると、彼はすぐに別の考えを抱くようになった。 彼らの間にある敵対関係から生じる目の前の危険を警戒し、彼は自分の周りに軍隊を集め、敵の誰にとっても容易に攻略されないように資金の調達に努めた。
§15.25.29ἅμα δὲ καὶ τὴν τοῦ παιδὸς ἐπιτροπείαν καὶ τὴν τῶν ὅλων προστασίαν εἰς ἑαυτὸν ἥξειν οὐκ ἀπήλπιζε, νομίζων καὶ κατὰ τὴν ἰδίαν μὲν κρίσιν αὐτὸς ἀξιοχρεώτερος ὑπάρχειν Ἀγαθοκλέους πρὸς πᾶν, ἔτι μᾶλλον δὲ πυνθανόμενος καὶ τὰς ὑφʼ ἑαυτὸν ταττομένας δυνάμεις καὶ τὰς κατὰ τὴν Ἀλεξάνδρειαν ἐπʼ ἐκείνῳ τὰς ἐλπίδας ἔχειν τοῦ καταλύειν τὴν Ἀγαθοκλέους ὕβριν.
同時に、少年の後見と国政全般の指導が自分に回ってくることも期待していた。 自分自身の判断でも、あらゆる点でアガトクレスより自分がふさわしいと考えていたし、自分の指揮下にある軍隊もアレクサンドリアの軍隊も、アガトクレスの横暴を終わらせるために自分に希望を託していると聞いて、さらにその思いを強くしたからである。
§15.25.30οὔσης δὲ περὶ αὐτὸν οἵας εἴρηκα διαλήψεως, ταχέως τὰ τῆς διαφορᾶς αὔξησιν ἔλαβε συνεργούντων ἀμφοτέρων πρὸς τὴν τοιαύτην ὑπόθεσιν.
彼の周りで私が述べたような思惑があったため、双方がそのような事態に向けて協力し合う形になり、不和は急速に増大した。
§15.25.31ὁ μὲν γὰρ Τληπόλεμος, ἐξιδιάζεσθαι σπεύδων τοὺς ἡγεμόνας καὶ ταξιάρχους καὶ τοὺς ἐπὶ τούτων ταττομένους, συνῆγε πότους ἐπιμελῶς, καὶ παρὰ τὰς συνουσίας τὰ μὲν ὑπὸ τῶν πρὸς χάριν λεγόντων αἰκαλλόμενος, τὰ δʼ ὑπὸ τῆς ἰδίας ὁρμῆς, ἅτε νέος ὢν καὶ παρὰ τὸν οἶνον γινομένης τῆς ὁμιλίας, ἐρρίπτει λόγους κατὰ τῆς συγγενείας τῆς τῶν περὶ τὸν Ἀγαθοκλέα, τὰς μὲν ἀρχὰς αἰνιγματώδεις, εἶτʼ ἀμφιβόλους, τὸ δὲ τελευταῖον ἐκφανεῖς καὶ τὴν πικροτάτην ἔχοντας λοιδορίαν.
すなわち、トレポレモスは、将軍や隊長、その下に配属されている者たちを自分の味方に引き入れようと熱心に宴会を催し、その集まりの中で、お世辞を言う者たちに煽られ、また自身の激情にも駆られ、何しろ若く、酒席での会話であったため、アガトクレスとその一族に対して、最初は謎めいた、次に曖昧な、そして最後には露骨で極めて辛辣な誹謗中傷を含む言葉を投げつけた。
§15.25.32ἐπεχεῖτο γὰρ τοῦ θρανογράφου καὶ τῆς σαμβυκιστρίας καὶ τῆς κουρίδος, ἔτι δὲ τοῦ παιδαρίου τοῦ πάντα πεποιηκότος καὶ πεπονθότος παρὰ τοὺς πότους, ὅτʼ ἐῳνοχόει τῷ βασιλεῖ παῖς ὤν.
すなわち、彼は書記や、サンプカ弾きの女、髪結いの女、さらには幼少期に王の酌取りをしていた頃に宴席であらゆる行為をし、また受けた少年のことを執拗に非難したからである。
§15.25.33ἐπὶ δὲ τούτοις ἀεὶ τῶν συμπαρόντων γελώντων καὶ συμβαλλομένων τι πρὸς τὸν χλευασμόν, ταχέως εἰς τοὺς περὶ τὸν Ἀγαθοκλέα τὸ πρᾶγμα παρεγενήθη.
同席していた者たちが常にこれに笑い、嘲笑に加勢したため、この件はすぐにアガトクレスとその一派の耳に届いた。
§15.25.34γενομένης δʼ ἔχθρας ὁμολογουμένης εὐθέως ὁ Ἀγαθοκλῆς διαβολὴν εἰσῆγε κατὰ τοῦ Τληπολέμου, φάσκων αὐτὸν ἀλλοτριάζειν τοῦ βασιλέως καὶ καλεῖν Ἀντίοχον ἐπὶ τὰ πράγματα.
敵対関係が公然のものとなると、すぐにアガトクレスはトレポレモスに対する中傷を始め、彼が王を裏切ってアンティオコスを国政に招き入れようとしていると主張した。
§15.25.35καὶ πολλὰς εἰς τοῦτο τὸ μέρος εὐπόρει πιθανότητας, τὰς μὲν ἐκ τῶν συμβαινόντων παρεκδεχόμενος καὶ διαστρέφων, τὰς δʼ ἐκ καταβολῆς πλάττων καὶ διασκευάζων.
そして彼は、この件に関して多くのそれらしいもっともらしさを用意したが、あるものは現実に起きている事柄を誤って解釈し歪曲することによって、またあるものは最初から捏造し脚色することによってであった。
§15.25.36ταῦτα δʼ ἐποίει βουλόμενος τὰ πλήθη παροξύνειν κατὰ τοῦ Τληπολέμου·
彼は民衆をトレポレモスに対して憤慨させようとしてこれらを行ったが、結果は正反対であった。
συνέβαινε δὲ τοὐναντίον. πάλαι γὰρ ἐπὶ τῷ προειρημένῳ τὰς ἐλπίδας ἔχοντες οἱ πολλοὶ καὶ λίαν ἡδέως ἑώρων ἐκκαιομένην τὴν διαφοράν.
というのも、大衆はかねてから前述の男に希望を託しており、この不和が激化するのを非常に喜んで見ていたからである。
§15.25.37ἐγένετο δʼ ἡ καταρχὴ τοῦ περὶ τὰ πλήθη κινήματος διά τινας τοιαύτας αἰτίας.
民衆の暴動の始まりは、以下のような原因によって起こった。
Νίκων ὁ συγγενὴς τῶν περὶ τὸν Ἀγαθοκλέα ζῶντος ἔτι τοῦ βασιλέως καθεσταμένος ἦν ἐπὶ τοῦ ναυτικοῦ· τότε δὲ τῶν
アガトクレスの一族の親族であるニコンは、王の生前に海軍の指揮官に任命されていたが、その時……

語釈・文法注

  1. §15.25.19ἐκείνων κατὰ τὴν τῆς διηγήσεως τάξιν προτέρων λαμβανομένων — 属格独立分詞構文(絶対属格)。`ἐκείνων`(フィリッポス側の事情)が意味上の主語であり、原因を表す。
  2. §15.25.25τῷ δὲ μηδὲν ἔχειν πρόσωπον ἀξιόχρεων τὸ προστησόμενον — 定冠詞の与格 `τῷ` に導かれる対格不定詞構文(`μηδὲν ἔχειν πρόσωπον`)で、原因(「〜であるために」)を表す。また、`τὸ προστησόμενον` は未来分詞で目的(「先頭に立つべき者」)を表している。
  3. §15.25.31τὰ μὲν ὑπὸ τῶν πρὸς χάριν λεγόντων αἰκαλλόμενος, τὰ δʼ ὑπὸ τῆς ἰδίας ὁρμῆς — `τὰ μὲν... τὰ δʼ` は対格の副詞的用法で、「一方では〜によって、他方では〜によって」という対比的な原因や様態を表す。分詞 `αἰκαλλόμενος`(おだてられて)は `τὰ μὲν` の部分にのみ掛かる。
  4. §15.25.32ἐπεχεῖτο γὰρ τοῦ θρανογράφου — 動詞 `ἐπέχομαι`(または `ἐπέχω` の中動態)が属格 `τοῦ θρανογράφου`(および続く名詞群)を支配し、「〜を非難する」「〜に攻撃を加える」という意味で使われている。

この箇所を引用する

ポリュビオス, 歴史 §15.25.19-15.25.37. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.25.19-15.25.37

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。