§15.2.1οἱ μὲν οὖν πρέσβεις τοιαῦτα διαλεχθέντες ἀνεχώρησαν·
こうして使節たちは、そのように語ると立ち去った。
§15.2.2τῶν δὲ Καρχηδονίων ὀλίγοι μὲν ἦσαν οἱ συναινοῦντες μὴ παραβαίνειν τὰς ὁμολογίας, οἱ δὲ πλείους καὶ τῶν πολιτευομένων καὶ τῶν βουλευομένων βαρέως μὲν ἔφερον τὰς ἐν ταῖς συνθήκαις ἐπιταγάς, δυσχερῶς δʼ ἀνείχοντο τὴν τῶν πρεσβευτῶν παρρησίαν, πρὸς δὲ τούτοις οὐχ οἷοί τʼ ἦσαν προέσθαι τὰ κατηγμένα πλοῖα καὶ τὰς ἐκ τούτων χορηγίας.
カルタゴ人のうち、合意を破らないことに同意する者は少なかった。 しかし、政治に携わる者や評議会の議員の多くは、条約における要求を不満に思い、使節たちの率直な物言いに我慢がならず、その上、拿捕した船とそれによる補給品を諦めることができなかった。
§15.2.3τὸ δὲ συνέχον, οὐ μικρὰς ἀλλὰ μεγάλας εἶχον ἐλπίδας νικήσειν διὰ τῶν περὶ τὸν Ἀννίβαν.
だが決定的な要因は、彼らがハンニバルとその周囲の者たちによって勝利するという、小さからぬ、いや大きな希望を抱いていたことである。
§15.2.4τοῖς μὲν οὖν πολλοῖς ἔδοξε τοὺς πρέσβεις ἀναποκρίτους ἐξαποστέλλειν· τῶν δὲ πολιτευομένων οἷς ἦν προκείμενον ἐκ παντὸς τρόπου συγχέαι πάλιν τὸν πόλεμον, οὗτοι συνεδρεύσαντες μηχανῶνταί τι τοιοῦτον.
そこで、多くの者には、使節たちに返答を与えずに送り返すことが決定されたが、いかなる方法によっても戦争を再び再燃させることを目指していた一部の政治家たちは、謀議を凝らして次のような策略を企てた。
§15.2.5ἔφασαν δεῖν πρόνοιαν ποιήσασθαι τῶν πρεσβευτῶν, ἵνα μετʼ ἀσφαλείας ἀνακομισθῶσιν εἰς τὴν ἰδίαν παρεμβολήν.
彼らは、使節たちが自軍の陣営へと安全に戻れるように、彼らに配慮を施す必要があると主張した。
§15.2.6καὶ παραυτίκα τούτοις μὲν ἡτοίμαζον δύο τριήρεις παραπόμπους, πρὸς δὲ τὸν ναύαρχον Ἀσδρούβαν διεπέμψαντο παρακαλοῦντες ἑτοιμάσαι πλοῖα μὴ μακρὰν τῆς τῶν Ῥωμαίων παρεμβολῆς, ἵνʼ ἐπειδὰν αἱ παραπέμπουσαι νῆες ἀπολίπωσι τοὺς Ῥωμαίους, ἐπαναχθέντα ταῦτα καταποντίσῃ τοὺς πρεσβευτάς.
そして直ちに、彼らのために護衛として二隻の三段櫂船を用意する一方で、海軍指揮官ハスドルバルに使者を送り、ローマ人の陣営から遠くない場所に複数の船を用意するよう求めた。 それは、護衛の船がローマ人たちと分かれた後に、それらの船が出撃して使節たちを沈没させるためであった。
§15.2.7ἐφώρμει γὰρ αὐτοῖς τὸ ναυτικὸν κατὰ τοὺς πρὸ τῆς Ἰτύκης ἐγκειμένους τόπους.
というのも、彼らの艦隊はウティカの手前に広がる地域に停泊していたからである。
§15.2.8οὗτοι μὲν οὖν ταῦτα διαταξάμενοι πρὸς τὸν Ἀσδρούβαν ἐξέπεμπον τοὺς Ῥωμαίους, ἐντειλάμενοι τοῖς ἐπὶ τῶν τριήρων, [ὡς] ἐὰν παραλλάξωσι τὸν Μακάραν ποταμόν, αὖθις ἀπολιπόντας ἀποπλεῖν ἐν τῷ πόρῳ τοὺς πρεσβευτάς·
彼らはハスドルバルにこのように手配した上でローマ人たちを送り出したが、三段櫂船の乗組員には、マカラス川を通り過ぎたならば、海上で使節たちを残してすぐに引き返して出帆するように命じておいた。
§15.2.9καὶ γὰρ ἦν ἐκ τούτων τῶν τόπων συνορᾶν ἤδη τὴν τῶν ὑπεναντίων παρεμβολήν·
実際、それらの場所からは、すでに敵の陣営を見渡すことができたのである。
§15.2.10οἱ δὲ παραπέμποντες, ἐπεὶ κατὰ τὸ συνταχθὲν παρήλλαξαν τὸν ποταμόν, ἀσπασάμενοι τοὺς Ῥωμαίους αὖθις ἐπανέπλεον.
護衛の者たちは、命令通りに川を通り過ぎると、ローマ人たちに別れの挨拶をして再び引き返して行った。
§15.2.11οἱ δὲ περὶ τὸν Λεύκιον ἄλλο μὲν οὐδὲν ὑφεωρῶντο δεινόν, νομίσαντες δὲ τοὺς παραπέμποντας διʼ ὀλιγωρίαν αὐτοὺς προαπολιπεῖν ἐπὶ ποσὸν ἐδυσχέραινον.
ルキウスの一行は、他には何も危険を疑っていなかったが、護衛の者たちが自分たちを軽視して早々に置き去りにしたのだと考えて、いくらか腹を立てていた。
§15.2.12ἅμα δὲ τῷ μονωθέντας αὐτοὺς πλεῖν ἐπανάγονται τρισὶ τριήρεσιν ἐξ ὑποβολῆς οἱ Καρχηδόνιοι, καὶ παραβαλόντες τῇ Ῥωμαϊκῇ πεντήρει τρῶσαι μὲν οὐχ οἷοί τʼ ἦσαν, ὑποχωρούσης τῆς νεώς, οὐδὲ τοῦ καταστρώματος ἐπιβῆναι διὰ τὸ γενναίως ἀμύνεσθαι τοὺς ἄνδρας·
だが、彼らが孤立して進んでいるまさにその時、カルタゴ人が密命により三隻の三段櫂船で出撃した。 そしてローマの五段櫂船に横付けしたが、ローマ船が後退したために衝角による損傷を与えることはできず、またローマ人たちが勇敢に防戦したために、甲板に乗り込むこともできなかった。
§15.2.13ἐκ παραβολῆς δὲ καὶ πέριξ προσμαχόμενοι κατετίτρωσκον τοὺς ἐπιβάτας καὶ διέφθειρον πολλοὺς αὐτῶν,
しかし、横並びになり、また周囲から攻撃を仕掛けることで、甲板の兵士たちに傷を負わせ、彼らの多くを殺害した。
§15.2.14ἕως οὗ κατιδόντες οἱ Ῥωμαῖοι τοὺς προνομεύοντας τὴν παραλίαν ἀπὸ τῆς ἰδίας στρατοπεδείας παραβοηθοῦντας ἐπὶ τὸν αἰγιαλὸν ἐξέβαλον τὴν ναῦν εἰς τὴν γῆν.
ついにローマ人たちは、自分たちの陣営から沿岸を警戒していた者たちが救助のために浜辺へと駆けつけるのを見て、船を陸地に乗り上げた。
§15.2.15τῶν μὲν οὖν ἐπιβατῶν οἱ πλεῖστοι διεφθάρησαν, οἱ δὲ πρεσβευταὶ παραδόξως ἐξεσώθησαν.
こうして、乗組員の大部分は殺されたが、使節たちは奇跡的に一命を取り留めた。