§15.1.1ὅτι τῶν Καρχηδονίων λαβόντων αἰχμαλώτους τὰς φορτηγοὺς νῆας τῶν Ῥωμαίων καὶ χορηγίας πλῆθος ἐξαίσιον ὁ Πόπλιος βαρέως μὲν ἔφερεν ἐπὶ τῷ μὴ μόνον σφίσι παρῃρῆσθαι τὴν χορηγίαν, ἀλλὰ καὶ τοῖς ἐχθροῖς παρεσκευάσθαι δαψίλειαν τῶν ἀναγκαίων, §15.1.2ἔτι δὲ βαρύτερον ἐπὶ τῷ παραβεβηκέναι τοὺς ὅρκους καὶ τὰς συνθήκας τοὺς Καρχηδονίους καὶ πάλιν ἐξ ἄλλης ἀρχῆς ἐγείρεσθαι τὸν πόλεμον.
カルタゴ人がローマ人の輸送船と莫大な補給品を奪い去った時、ププリウスは、自分たちから補給品が奪われただけでなく、敵に十分な必需品がもたらされたことを重く受け止め、さらに、カルタゴ人が誓いと条約を破り、再び新たな端緒から戦争が再燃していることを、より一層重く受け止めた。
§15.1.3διὸ καὶ παραυτίκα προχειρισάμενος πρεσβευτὰς Λεύκιον Σέργιον καὶ Λεύκιον Βαίβιον καὶ Λεύκιον Φάβιον ἐξαπέστειλε διαλεξομένους τοῖς Καρχηδονίοις ὑπὲρ τῶν γεγονότων, ἅμα δὲ καὶ δηλώσοντας ὅτι κεκύρωκε τὰς συνθήκας ὁ δῆμος τῶν Ῥωμαίων·
それゆえ、彼は直ちにルキウス・セルギウス、ルキウス・バエビウス、ルキウス・ファビウスを使節に選び、カルタゴ人と起こったことについて談判させるため、同時にまたローマの民衆が条約を批准したことを伝えるために派遣した。
§15.1.4ἄρτι γὰρ ἧκε τῷ Ποπλίῳ γράμματα διασαφοῦντα περὶ τῶν προειρημένων.
というのも、前述の事柄について詳しく説明した書簡が、ちょうどププリウスのもとに届いたばかりだったからである。
§15.1.5οἱ δὲ παραγενηθέντες εἰς τὴν Καρχηδόνα τὸ μὲν πρῶτον εἰς τὴν σύγκλητον, μετὰ δὲ ταῦτα πάλιν ἐπὶ τοὺς πολλοὺς παραχθέντες, ἔλεγον ὑπὲρ τῶν ἐνεστώτων μετὰ παρρησίας,
使節たちはカルタゴに到着すると、最初は元老院に、その後は再び民衆の前に引き出されて、現在の事態について率直に語った。
§15.1.6πρῶτον μὲν ἀναμιμνήσκοντες ὡς οἱ παρʼ ἐκείνων πρεσβευταί, παραγενηθέντες εἰς Τύνητα πρὸς σφᾶς καὶ παρελθόντες εἰς τὸ συνέδριον, οὐ μόνον τοὺς θεοὺς ἀσπάσαιντο καὶ τὴν γῆν προσκυνήσαιεν, καθάπερ ἔστιν ἔθος τοῖς ἄλλοις ἀνθρώποις, §15.1.7ἀλλὰ καὶ πεσόντες ἐπὶ τὴν γῆν ἀγεννῶς τοὺς πόδας καταφιλοῖεν τῶν ἐν τῷ συνεδρίῳ, μετὰ δὲ ταῦτα πάλιν ἀναστάντες [ὡς] κατηγορήσαιεν σφῶν αὐτῶν, διότι καὶ τὰς ἐξ ἀρχῆς γενομένας συνθήκας Ῥωμαίοις καὶ Καρχηδονίοις ἀθετήσαιεν αὐτοί.
まず彼らは、カルタゴ側の使節たちがテュネスの自分たちのもとにやって来て会議に現れた際、他国の人々の習慣であるように、ただ神々を敬い大地を拝んだだけでなく、大地に卑屈にひれ伏して会議にいた者たちの足に口づけし、その後に再び立ち上がって、ローマ人とカルタゴ人の間に最初に結ばれていた条約を自ら破棄したのだと、自分たち自身を責め立てたことを思い起こさせた。
§15.1.8διόπερ ἔφασαν οὐκ ἀγνοεῖν ὅτι πᾶν εἰκότως ἂν πάθοιεν ὑπὸ Ῥωμαίων, ἀλλὰ τῆς τύχης ἕνεκα τῶν ἀνθρώπων ἐδέοντο μηδὲν παθεῖν ἀνήκεστον· ἔσεσθαι γὰρ τὴν σφετέραν ἀβουλίαν ἀπόδειξιν τῆς Ῥωμαίων καλοκἀγαθίας.
それゆえ彼らは、ローマ人からいかなる処遇を受けようとも当然であることを自覚していると言いつつも、人間の運命に免じて、取り返しのつかない処分をくださないよう嘆願し、自分たちの愚かさがローマ人の寛大さの証明となるだろうと述べたのである。
§15.1.9ὧν μνημονεύοντα τὸν στρατηγὸν ἔφασαν [τὸν] αὐτὸν οἱ πρέσβεις καὶ τοὺς ἐν τῷ συνεδρίῳ τότε γεγονότας ἐκπλήττεσθαι, τίνι ποτὲ πιστεύοντες ἐπελανθάνοντο μὲν τῶν τότε ῥηθέντων, ἀθετεῖν δὲ τολμῶσι τοὺς ὅρκους καὶ τὰς συνθήκας.
使節たちは、将軍自身も当時その会議に同席していた人々も、それらのことを記憶しており、カルタゴ人がいったい何を信じて当時の自らの発言を忘れ去り、誓いと条約をあえて破ろうとしているのか、呆れ果てていると語った。
§15.1.10σχεδὸν δὲ τοῦτʼ εἶναι δῆλον ὡς Ἀννίβᾳ πεποιθότες καὶ ταῖς μετὰ τούτου παρούσαις δυνάμεσι ταῦτα τολμῶσι ποιεῖν, κακῶς φρονοῦντες·
そして、これが極めて明白であるのは、彼らがハンニバルと、彼が率いる軍勢に信頼を寄せ、そのような不敵なことをあえて行っているのだということであるが、それは愚かな考えである。
§15.1.11σαφῶς γὰρ εἰδέναι πάντας ὅτι ἐκεῖνοι δεύτερον ἔτος ἤδη φεύγοντες ἐκ πάσης Ἰταλίας εἰς τοὺς περὶ Λακίνιον τόπους, κἀκεῖ συγκεκλεισμένοι καὶ μόνον οὐ πολιορκούμενοι, μόλις ἑαυτοὺς ἐκσεσωκότες ἥκουσι νῦν.
というのも、彼らはすでに2年前、イタリア全土からラキニウム周辺の地域へと敗走し、そこで封じ込められ、ほとんど包囲されているも同然の状態で、辛うじて身を安全に保って今ここへ戻ってきたのだということを、誰もがはっきりと知っているからである。
§15.1.12"οὐ μὴν ἀλλʼ εἰ καὶ νενικηκότες τοὺς ἐκεῖ παρῆσαν, καὶ πρὸς ἡμᾶς ἔμελλον διακινδυνεύειν τοὺς δυσὶ μάχαις ἑξῆς ὑμᾶς ἤδη νενικηκότας, ὅμως ἀμφιδόξους ἔχειν ἔδει τὰς ἐλπίδας ὑπὲρ τοῦ μέλλοντος, καὶ μὴ μόνον τοῦ νικᾶν ἔννοιαν λαμβάνειν, ἀλλὰ καὶ τοῦ σφαλῆναι πάλιν.
「だがしかし、仮に彼らがイタリアの敵を破ってここに参上し、すでにあなた方を2回続けて戦いで破った私たちを相手に決戦に挑もうとしているのだとしても、それでもなお、将来に対する希望は不確実なものとして抱くべきであり、ただ勝利することだけでなく、再び敗北することも念頭に置くべきであった。
οὗ συμβάντος ποίους ἐπικαλέσεσθε"
もしそれが起こったなら、あなた方はどのような神々を呼び求めるのか」と彼は言った。
§15.1.13ἔφη "θεούς;
「神々を。
ποίοις δὲ χρώμενοι λόγοις τὸν ἐκ τῶν κρατούντων ἔλεον ἐπισπάσεσθε πρὸς τὰς ἑαυτῶν συμφοράς;
また、どのような言葉を用いて、勝者たちからの憐れみを自分たちの不運に対して引き寄せようとするのか。
§15.1.14πάσης εἰκὸς ὑμᾶς ἐλπίδος ἀποκλεισθήσεσθαι καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων διὰ τὴν ἀθεσίαν καὶ τὴν ἀβουλίαν.
あなた方は、その不信義と愚かさのために、神々からも人間からも、あらゆる希望から遮断されることになるだろう。
"
」