Humanitext Reader

波利比奥斯 · 历史 §15.2.1-15.2.15

迦太基伏击罗马使船与使节生还

第 810 段,共 1311 段 · 希腊语

内容简介

迦太基人决定不对使节作任何答复便将其遣返,而强硬派政治家则与海军统帅哈斯德鲁巴合谋,企图在使节回程途中设伏将其座舰击沉。使节在被护航船只遗弃后遭遇迦太基军舰袭击,虽死伤惨重,但最终将船只搁浅,并在罗马搜粮队的营救下奇迹般生还。

§15.2.1οἱ μὲν οὖν πρέσβεις τοιαῦτα διαλεχθέντες ἀνεχώρησαν·
于是,使节们在说了这些话之后便离去了。
§15.2.2τῶν δὲ Καρχηδονίων ὀλίγοι μὲν ἦσαν οἱ συναινοῦντες μὴ παραβαίνειν τὰς ὁμολογίας, οἱ δὲ πλείους καὶ τῶν πολιτευομένων καὶ τῶν βουλευομένων βαρέως μὲν ἔφερον τὰς ἐν ταῖς συνθήκαις ἐπιταγάς, δυσχερῶς δʼ ἀνείχοντο τὴν τῶν πρεσβευτῶν παρρησίαν, πρὸς δὲ τούτοις οὐχ οἷοί τʼ ἦσαν προέσθαι τὰ κατηγμένα πλοῖα καὶ τὰς ἐκ τούτων χορηγίας.
在迦太基人中,赞同不违背协定的人寥寥无几;而无论在政治家还是元老院议员中,大多数人都对条约中的苛求深感愤懑,且难以容忍使节们的直言不讳,此外,他们也无法放弃那些被押送来的船只以及其中的补给品。
§15.2.3τὸ δὲ συνέχον, οὐ μικρὰς ἀλλὰ μεγάλας εἶχον ἐλπίδας νικήσειν διὰ τῶν περὶ τὸν Ἀννίβαν.
而最关键的是,他们寄希望于汉尼拔及其麾下,抱着不小而是极大的获胜希望。
§15.2.4τοῖς μὲν οὖν πολλοῖς ἔδοξε τοὺς πρέσβεις ἀναποκρίτους ἐξαποστέλλειν· τῶν δὲ πολιτευομένων οἷς ἦν προκείμενον ἐκ παντὸς τρόπου συγχέαι πάλιν τὸν πόλεμον, οὗτοι συνεδρεύσαντες μηχανῶνταί τι τοιοῦτον.
因此,大多数人决定不作答复便打发使节们回去;但那些旨在不择手段重新燃起战争的政治家们,则聚集在一起策划了如下的阴谋。
§15.2.5ἔφασαν δεῖν πρόνοιαν ποιήσασθαι τῶν πρεσβευτῶν, ἵνα μετʼ ἀσφαλείας ἀνακομισθῶσιν εἰς τὴν ἰδίαν παρεμβολήν.
他们声称,有必要为使节们提供安全保障,好让他们安全地返回自己的营地。
§15.2.6καὶ παραυτίκα τούτοις μὲν ἡτοίμαζον δύο τριήρεις παραπόμπους, πρὸς δὲ τὸν ναύαρχον Ἀσδρούβαν διεπέμψαντο παρακαλοῦντες ἑτοιμάσαι πλοῖα μὴ μακρὰν τῆς τῶν Ῥωμαίων παρεμβολῆς, ἵνʼ ἐπειδὰν αἱ παραπέμπουσαι νῆες ἀπολίπωσι τοὺς Ῥωμαίους, ἐπαναχθέντα ταῦτα καταποντίσῃ τοὺς πρεσβευτάς.
于是,他们立即为使节们准备了两艘三段桨船进行护航,同时派人前往海军统帅哈斯德鲁巴处,督促他在离罗马人营地不远的地方准备好船只,以便在护航船只离开罗马人后,这些船只可以出击并将使节们击沉。
§15.2.7ἐφώρμει γὰρ αὐτοῖς τὸ ναυτικὸν κατὰ τοὺς πρὸ τῆς Ἰτύκης ἐγκειμένους τόπους.
因为他们的舰队正停泊在乌提卡前方的海域。
§15.2.8οὗτοι μὲν οὖν ταῦτα διαταξάμενοι πρὸς τὸν Ἀσδρούβαν ἐξέπεμπον τοὺς Ῥωμαίους, ἐντειλάμενοι τοῖς ἐπὶ τῶν τριήρων, [ὡς] ἐὰν παραλλάξωσι τὸν Μακάραν ποταμόν, αὖθις ἀπολιπόντας ἀποπλεῖν ἐν τῷ πόρῳ τοὺς πρεσβευτάς·
他们与哈斯德鲁巴作此安排后,便送走了罗马人,并嘱咐三段桨船上的船员,一旦通过了麦卡拉斯河,就立即在航道上抛下使节们折返。
§15.2.9καὶ γὰρ ἦν ἐκ τούτων τῶν τόπων συνορᾶν ἤδη τὴν τῶν ὑπεναντίων παρεμβολήν·
因为从这些地方已经可以望见敌人的营地了。
§15.2.10οἱ δὲ παραπέμποντες, ἐπεὶ κατὰ τὸ συνταχθὲν παρήλλαξαν τὸν ποταμόν, ἀσπασάμενοι τοὺς Ῥωμαίους αὖθις ἐπανέπλεον.
护航者们按照吩咐,在通过该河后,便向罗马人告别并折返回航。
§15.2.11οἱ δὲ περὶ τὸν Λεύκιον ἄλλο μὲν οὐδὲν ὑφεωρῶντο δεινόν, νομίσαντες δὲ τοὺς παραπέμποντας διʼ ὀλιγωρίαν αὐτοὺς προαπολιπεῖν ἐπὶ ποσὸν ἐδυσχέραινον.
卢修斯一行虽然没有察觉到其他任何危险,但认为护航者是出于怠慢而提早抛下他们,因而感到有些不悦。
§15.2.12ἅμα δὲ τῷ μονωθέντας αὐτοὺς πλεῖν ἐπανάγονται τρισὶ τριήρεσιν ἐξ ὑποβολῆς οἱ Καρχηδόνιοι, καὶ παραβαλόντες τῇ Ῥωμαϊκῇ πεντήρει τρῶσαι μὲν οὐχ οἷοί τʼ ἦσαν, ὑποχωρούσης τῆς νεώς, οὐδὲ τοῦ καταστρώματος ἐπιβῆναι διὰ τὸ γενναίως ἀμύνεσθαι τοὺς ἄνδρας·
然而,正当他们孤立无援地航行时,迦太基人受密令派出三艘三段桨船出击;它们逼近罗马的五段桨船,但由于罗马船只后退,它们无法将其撞毁,又因罗马人勇敢抵抗,它们也无法登上甲板。
§15.2.13ἐκ παραβολῆς δὲ καὶ πέριξ προσμαχόμενοι κατετίτρωσκον τοὺς ἐπιβάτας καὶ διέφθειρον πολλοὺς αὐτῶν, §15.2.14ἕως οὗ κατιδόντες οἱ Ῥωμαῖοι τοὺς προνομεύοντας τὴν παραλίαν ἀπὸ τῆς ἰδίας στρατοπεδείας παραβοηθοῦντας ἐπὶ τὸν αἰγιαλὸν ἐξέβαλον τὴν ναῦν εἰς τὴν γῆν.
不过,它们并排行驶并从四周发起攻击,打伤了甲板上的士兵并杀死了其中的许多人,直到罗马人看见从自己营地派来在沿岸巡逻的士兵们奔向海滩前来救援,才将船只搁浅在陆地上。
§15.2.15τῶν μὲν οὖν ἐπιβατῶν οἱ πλεῖστοι διεφθάρησαν, οἱ δὲ πρεσβευταὶ παραδόξως ἐξεσώθησαν.
于是,船上大部分士兵都丧生了,而使节们却奇迹般地生还了。

词汇与语法注释

  1. 15.2.3τὸ δὲ συνέχον — 中性单数宾格(或主格)绝对结构,用作惯用副词短语,意为“最重要的是”或“关键在于”,用以引出决定性的因素。
  2. 15.2.11οἱ δὲ περὶ τὸν Λεύκιον — “介词 περί + 宾格”与人名连用的经典惯用语,意为“卢修斯及其同伴”或“卢修斯一行”,指代整个使节团,而非单纯指他身边的人。
  3. 15.2.12ἅμα δὲ τῷ μονωθέντας αὐτοὺς πλεῖν — “ἅμα τῷ + 不定式”(πλεῖν)结构表示动作的纯粹同时性,意为“当他们……航行时”或“一……就”。宾格代词 αὐτούς 作不定式的逻辑主语,并由被动分词宾格 μονωθέντας(“被孤立”、“被留下”)修饰。

引用这一段

波利比奥斯, 历史 §15.2.1-15.2.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.2.1-15.2.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。