§15.18.1ἦν δὲ τὰ κεφάλαια τῶν προτεινομένων ταῦτα.
提案された条件の要点は以下の通りであった。
πόλεις ἔχειν κατὰ Λιβύην ἃς καὶ πρότερον εἶχον ἢ τὸν τελευταῖον πόλεμον ἐξενεγκεῖν Ῥωμαίοις, καὶ χώραν ἣν καὶ τὸ παλαιὸν εἶχον, κτήνη καὶ σώματα καὶ τὴν ἄλλην ὕπαρξιν,
カルタゴ人が、ローマ人に対して最後の戦争を仕掛ける前に領有していたリビアの都市、および古くから有していた土地、家畜、奴隷、その他の財産を領有すること。
§15.18.2ἀπὸ δὲ τῆς ἡμέρας ἐκείνης ἀσινεῖς Καρχηδονίους ὑπάρχειν, ἔθεσι καὶ νόμοις χρῆσθαι τοῖς ἰδίοις, ἀφρουρήτους ὄντας.
また、その日以降カルタゴ人は害を被ることなく、独自の慣習と法律を用い、守備隊を置かれない状態でいること。
§15.18.3ταῦτα μὲν οὖν ἦν τὰ φιλάνθρωπα, τὰ δʼ ἐναντία τούτοις πάλιν τὰ κατὰ τὰς ἀνοχὰς ἀδικήματα γενόμενα πάντα Καρχηδονίους ἀποκαταστῆσαι Ῥωμαίοις, τοὺς αἰχμαλώτους καὶ δραπέτας ἐκ παντὸς ἀποδοῦναι τοῦ χρόνου, τὰ μακρὰ πλοῖα παραδοῦναι πάντα πλὴν δέκα τριήρων, ὁμοίως καὶ πάντας τοὺς ἐλέφαντας.
これらは寛大な条件であったが、これとは逆に、休戦期間中に生じたすべての不法行為による損失をカルタゴ人がローマ人に補償すること、すべての時期の捕虜および逃亡者を返還すること、十隻の三段櫂船を除くすべての軍船を、同様にすべての象を引き渡すこと。
§15.18.4πόλεμον μηδενὶ τῶν ἔξω τῆς Λιβύης ἐπιφέρειν καθόλου μηδὲ τῶν ἐν τῇ Λιβύῃ χωρὶς τῆς Ῥωμαίων γνώμης·
リビア以外のいかなる者に対しても一切戦争を仕掛けないこと、またリビア国内の者に対してもローマ人の意向なしには戦争を仕掛けないこと。
§15.18.5οἰκίας καὶ χώραν καὶ πόλεις, καὶ εἴ τι ἕτερόν ἐστι Μασαννάσου τοῦ βασιλέως ἢ τῶν προγόνων ἐντὸς τῶν ἀποδειχθησομένων ὅρων αὐτοῖς πάντα ἀποδοῦναι Μασαννάσᾳ·
マサニッサ王またはその祖先の家、土地、都市、およびその他あらゆるもので、彼らにこれから示される境界の内側にあるものを、すべてマサニッサに返還すること。
§15.18.6σιτομετρῆσαί τε τὴν δύναμιν τριμήνου καὶ μισθοδοτῆσαι μέχρι ἂν ἐκ Ῥώμης ἀντιφωνηθῇ τι κατὰ τὰς συνθήκας·
ローマから条約に関して何らかの返答があるまで、三ヶ月の間(ローマの)軍隊に食糧を配給し、給与を支払うこと。
§15.18.7ἐξενεγκεῖν ἀργυρίου τάλαντα μύρια Καρχηδονίους ἐν ἔτεσι πεντήκοντα, φέροντας καθʼ ἕκαστον ἐνιαυτὸν Εὐβοϊκὰ τάλαντα διακόσια·
カルタゴ人は五十年間で銀一万タラントンを支払うこと。 毎年エウボイア規格のタラントンで二百タラントンを納めるものとする。
§15.18.8ὁμήρους δοῦναι πίστεως χάριν ἑκατὸν οὓς ἂν προγράψῃ τῶν νέων ὁ στρατηγὸς τῶν Ῥωμαίων, μὴ νεωτέρους τετταρεσκαίδεκα ἐτῶν μηδὲ πρεσβυτέρους τριάκοντα.
信義の保証として、ローマの将軍が若者の中から指名する百人の人質を差し出すこと。 ただし十四歳未満、三十歳超であってはならない。