Humanitext Reader

ポリュビオス · 歴史 §15.19.1-15.19.9

ハンニバルによる講和受諾の説得

827 / 1311 箇所 · ギリシア語

要旨

スキピオの提案に反対しようとしたカルタゴの元老院議員をハンニバルが引きずり下ろし、自らの無作法を詫びつつ、提示された平和条件の寛大さを訴えて条約受諾を勧告する。

§15.19.1ταῦτα μὲν οὖν ὁ στρατηγὸς εἶπε τῶν Ῥωμαίων τοῖς πρεσβευταῖς·
これらはローマの将軍が使節たちに言ったことであった。
οἱ δʼ ἀκούσαντες ἠπείγοντο καὶ διεσάφουν τοῖς ἐν τῇ πατρίδι.
彼らはこれを聞くと、急いで故国の人々に知らせた。
§15.19.2καθʼ ὃν δὴ καιρὸν λέγεται, μέλλοντός τινος τῶν ἐκ τῆς γερουσίας ἀντιλέγειν τοῖς προτεινομένοις καὶ καταρχομένου, προελθόντα τὸν Ἀννίβαν κατασπάσαι τὸν ἄνθρωπον ἀπὸ τοῦ βήματος.
まさにその時、元老院の議員のひとりが提案に反対しようとし、話し始めかけたところ、ハンニバルが進み出て、その男を演壇から引きずり下ろしたと言われている。
§15.19.3τῶν δὲ λοιπῶν ἐξοργισθέντων διὰ τὸ παρὰ τὴν συνήθειαν αὐτὸν τοῦτο πρᾶξαι, πάλιν τὸν Ἀννίβαν ἀναστάντα φασὶν ἀγνοεῖν μὲν ὁμολογῆσαι, δεῖν δὲ συγγνώμην ἔχειν, εἴ τι παρὰ τοὺς ἐθισμοὺς πράττει, γινώσκοντας ὅτι τὴν μὲν ἔξοδον ἐκ τῆς πατρίδος ἐνναέτης ὢν ποιήσαιτο, πλείω δὲ τῶν πέντε καὶ τετταράκοντʼ ἐτῶν ἔχων εἰς αὐτὴν ἐπανήκει.
他の人々が、彼が慣習に反してこのようなことをしたために憤慨すると、ハンニバルは再び立ち上がり、自分が無知であったことを認めつつも、もし自分が慣例に反することをしていても許してほしいと求めたと言われている。 なぜなら、自分が九歳の時に故国を去り、四十五年以上経ってから戻ってきたということを、彼らも知っているはずだからである。
§15.19.4διόπερ ἠξίου μὴ τοῦτο σκοπεῖν, εἴ τι παραπέπαικε τῆς συνηθείας, πολὺ δὲ μᾶλλον, εἰ τοῖς τῆς πατρίδος πράγμασιν ἀληθινῶς συμπάσχει·
それゆえ彼は、自分が慣習からいくらか逸脱したかどうかに注目するのではなく、むしろ、自分が故国の状況に本当に同情しているかどうかに大いに注目してほしいと求めた。
διὰ γὰρ ταῦτα καὶ νῦν εἰς τὴν ἀλογίαν ἐμπεπτωκένει ταύτην.
なぜなら、まさにこの同情のために、自分は今このような分別のない行動をしてしまったのだから。
§15.19.5θαυμαστὸν γὰρ αὐτῷ φανῆναι καὶ τελέως ἐξηλλαγμένον, εἴ τις ὑπάρχων Καρχηδόνιος καὶ συνειδὼς τὰ βεβουλευμένα καὶ κοινῇ τῇ πατρίδι καὶ κατʼ ἰδίαν ἑκάστοις ἡμῶν κατὰ Ῥωμαίων οὐ προσκυνεῖ τὴν τύχην, εἰ γεγονὼς ὑποχείριος τοιούτων τυγχάνει φιλανθρώπων·
というのも、カルタゴ人であり、故国全体にとっても我々ひとりひとりにとってもローマ人に対して企てられてきたことを自覚していながら、虜囚の身となりながらこのような寛大な条件を得られたことに対して、その幸運を拝しようとしない者がいるとすれば、それは彼にとって驚くべきことであり、完全に常軌を逸したことと思われるからである。
§15.19.6οὓς εἴ τις ὀλίγαις πρότερον ἡμέραις ἤρετο πόσʼ ἐλπίζουσι πείσεσθαι τὴν πατρίδα κρατησάντων Ῥωμαίων, οὐδʼ ἂν εἰπεῖν οἷοί τʼ ἦσαν διὰ τὸ μέγεθος καὶ τὴν ὑπερβολὴν τῶν προφαινομένων αὐτοῖς κακῶν.
もしわずか数日前に、ローマ人が勝利した時に故国がどれほどの惨害を被ると思うかと誰かが彼らに尋ねていたならば、目の前に迫る災厄の巨大さと凄まじさのために、答えることさえできなかったであろう。
§15.19.7διόπερ ἠξίου καὶ νῦν μηδʼ ἐπὶ λόγον ἄγειν, ἀλλʼ ὁμοθυμαδὸν δεξαμένους τὰ προτεινόμενα θύειν τοῖς θεοῖς, καὶ πάντας εὔχεσθαι βεβαιῶσαι ταῦτα τὸν δῆμον τῶν Ῥωμαίων.
それゆえ彼は、今や議論さえすることなく、満場一致で提案を受け入れて神々に犠牲を捧げ、ローマの民衆がこれらの条件を承認してくれるよう全員で祈るべきだと求めた。
§15.19.8φανέντος δὲ φρονίμως αὐτοῦ καὶ τοῖς καιροῖς οἰκείως συμβουλεύειν, ἔδοξε ποιεῖσθαι τὰς συνθήκας ἐπὶ τοῖς προειρημένοις.
彼が賢明かつ状況に適した助言をしていると思われたので、前述の条件に基づいて条約を結ぶことが決定された。
§15.19.9καὶ τὸ μὲν συνέδριον παραυτίκα πρεσβευτὰς ἐξέπεμπε τοὺς ἀνθομολογησομένους ὑπὲρ τούτων.
そして元老院は、これらについて正式に同意を交わすための使節を直ちに派遣した。

語釈・文法注

  1. §15.19.2λέγεται... τὸν Ἀννίβαν κατασπάσαι — λέγεται(言われている)に導かれる対格主語(τὸν Ἀννίβαν)を伴う対格不定詞句(κατασπάσαι)。その前の μέλλοντός τινος... は属格独立句で、ハンニバルの行動の背景状況を表す。
  2. §15.19.3γινώσκοντας — 対格複数の現在分詞。間接話法の中で、想定される聴衆(対格)を修飾し、「(聴衆としての彼らが)〜を知っている上で」という前提・譲歩を表す環境分詞。
  3. §15.19.5θαυμαστὸν γὰρ αὐτῷ φανῆναι... εἴ τις ... οὐ προσκυνεῖ τὴν τύχην — φανῆναι は間接話法の不定詞。εἴ τις... οὐ προσκυνεῖ は、驚きを表す形容詞 θαυμαστόν の後に置かれ、事実に基づいた仮定または驚きの対象(〜なのに…しないとすれば)を表す条件節。
  4. §15.19.6εἴ τις ... ἤρετο ... οὐδʼ ἂν εἰπεῖν οἷοί τʼ ἦσαν — 過去の事実に反する仮定を表す条件文(反実仮想)。条件節に直説法過去(ἤρετο)、帰結節に ἄν +直説法不完了過去(ἦσαν)が用いられ、不定詞 εἰπεῖν は οἷοί τʼ ἦσαν にかかる。

この箇所を引用する

ポリュビオス, 歴史 §15.19.1-15.19.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.19.1-15.19.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。