Humanitext Reader

波利比奥斯 · 历史 §15.18.1-15.18.8

西庇阿向迦太基提出的和约条件

第 826 段,共 1311 段 · 希腊语

内容简介

列举了大西庇阿向迦太基使节提出的和平条约的具体条件,其中既包括保留领土和自治权等宽大条款,也包括赔款、军事限制和交付人质等严厉的反向要求。

§15.18.1ἦν δὲ τὰ κεφάλαια τῶν προτεινομένων ταῦτα. πόλεις ἔχειν κατὰ Λιβύην ἃς καὶ πρότερον εἶχον ἢ τὸν τελευταῖον πόλεμον ἐξενεγκεῖν Ῥωμαίοις, καὶ χώραν ἣν καὶ τὸ παλαιὸν εἶχον, κτήνη καὶ σώματα καὶ τὴν ἄλλην ὕπαρξιν, §15.18.2ἀπὸ δὲ τῆς ἡμέρας ἐκείνης ἀσινεῖς Καρχηδονίους ὑπάρχειν, ἔθεσι καὶ νόμοις χρῆσθαι τοῖς ἰδίοις, ἀφρουρήτους ὄντας.
提议的要点如下:迦太基人领有其在对罗马人发动最后一次战争之前所占有的利比亚城市,以及自古以来所拥有的土地、牲畜、奴隶及其他财产;自该日起,迦太基人不受侵犯,使用其自身的习俗和法律,免受驻军占领。
§15.18.3ταῦτα μὲν οὖν ἦν τὰ φιλάνθρωπα, τὰ δʼ ἐναντία τούτοις πάλιν τὰ κατὰ τὰς ἀνοχὰς ἀδικήματα γενόμενα πάντα Καρχηδονίους ἀποκαταστῆσαι Ῥωμαίοις, τοὺς αἰχμαλώτους καὶ δραπέτας ἐκ παντὸς ἀποδοῦναι τοῦ χρόνου, τὰ μακρὰ πλοῖα παραδοῦναι πάντα πλὴν δέκα τριήρων, ὁμοίως καὶ πάντας τοὺς ἐλέφαντας.
这些是宽大的条件,而与之相反的要求则是:迦太基人向罗马人赔偿休战期间所犯下的一切不法侵害行为,归还所有时期的俘虏和逃亡者,交出除十艘三列桨战船之外的所有军船,以及同样交出所有的战象。
§15.18.4πόλεμον μηδενὶ τῶν ἔξω τῆς Λιβύης ἐπιφέρειν καθόλου μηδὲ τῶν ἐν τῇ Λιβύῃ χωρὶς τῆς Ῥωμαίων γνώμης· §15.18.5οἰκίας καὶ χώραν καὶ πόλεις, καὶ εἴ τι ἕτερόν ἐστι Μασαννάσου τοῦ βασιλέως ἢ τῶν προγόνων ἐντὸς τῶν ἀποδειχθησομένων ὅρων αὐτοῖς πάντα ἀποδοῦναι Μασαννάσᾳ· §15.18.6σιτομετρῆσαί τε τὴν δύναμιν τριμήνου καὶ μισθοδοτῆσαι μέχρι ἂν ἐκ Ῥώμης ἀντιφωνηθῇ τι κατὰ τὰς συνθήκας· §15.18.7ἐξενεγκεῖν ἀργυρίου τάλαντα μύρια Καρχηδονίους ἐν ἔτεσι πεντήκοντα, φέροντας καθʼ ἕκαστον ἐνιαυτὸν Εὐβοϊκὰ τάλαντα διακόσια· §15.18.8ὁμήρους δοῦναι πίστεως χάριν ἑκατὸν οὓς ἂν προγράψῃ τῶν νέων ὁ στρατηγὸς τῶν Ῥωμαίων, μὴ νεωτέρους τετταρεσκαίδεκα ἐτῶν μηδὲ πρεσβυτέρους τριάκοντα.
绝对不对利比亚以外的任何人发动战争,未经罗马人同意,也不得对利比亚境内的任何人发动战争;将马萨尼萨国王或其祖先的房屋、土地、城市,以及属于他们的任何其他财产,凡是在即将给他们划定的边界之内的,全部归还给马萨尼萨;向罗马军队配给三个月的粮食并支付军饷,直到罗马方面对条约做出答复为止;迦太基人在五十年内支付一万银塔兰特,每年缴纳两百个尤波亚塔兰特;交付一百名青年作为信用的保证,人选由罗马将军在青年人中指定,年龄不得小于十四岁,也不得大于三十岁。

词汇与语法注释

  1. 15.18.1ἢ τὸν τελευταῖον πόλεμον ἐξενεγκεῖν — 此处连词 ἤ 代替了 πρὶν ἤ(在……之前),接不定式 ἐξενεγκεῖν,表示时间上的先后关系,即“在他们对罗马人发动最后一次战争之前”。
  2. 15.18.1πόλεις ἔχειν — 不定式 ἔχειν 用作独立的命令或义务不定式(或作为主句 τὰ κεφάλαια 的说明性同格),这在列举条约或法律条款时十分常见。此后各小节中出现的一系列不定式(如 ὑπάρχειν, χρῆσθαι, ἀποκαταστῆσαι, ἀποδοῦναι 等)均承袭了这一构文。
  3. 15.18.6τριμήνου — 时间属格(在……期间内),此处意为“在三个月的期限内(供应粮食)”或“三个月分量的(粮食)”。

引用这一段

波利比奥斯, 历史 §15.18.1-15.18.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.18.1-15.18.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。