§15.12.1τεροι.
[者たちであった。
ἐπειδὴ δʼ ἑκατέροις ἦν εὐτρεπῆ τὰ πρὸς τὸν κίνδυνον, πάλαι τῶν Νομαδικῶν ἱππέων πρὸς ἀλλήλους ἀκροβολιζομένων, τότε παρήγγειλε τοῖς ἐπὶ τῶν ἐλεφάντων Ἀννίβας ποιεῖσθαι τὴν ἔφοδον ἐπὶ τοὺς ὑπεναντίους.
]そして、双方にとって戦闘の準備が整い、すでにかなり前からヌミディア人の騎兵たちが互いに小競り合いを行っていたそのとき、ハンニバルは象の御者たちに敵への突撃を行うよう命じた。
§15.12.2ἅμα δὲ τῷ πανταχόθεν τὰς σάλπιγγας καὶ τὰς βυκάνας ἀναβοῆσαι τινὰ μὲν διαταραχθέντα τῶν θηρίων ἐξ αὐτῆς ὥρμησε παλίσσυτα κατὰ τῶν βεβοηθηκότων τοῖς Καρχηδονίοις Νομάδων·
同時に、至る所からラッパや角笛が鳴り響くと、獣たちの一部は混乱に陥り、その場から逆戻りして、カルタゴ人を助けるために来ていたヌミディア人たちに襲いかかった。
τῶν περὶ τὸν Μασαννάσαν ταχέως ἐψιλώθη τὸ λαιὸν κέρας τῶν Καρχηδονίων.
それにより、マサニッサに率いられた部隊によって、カルタゴ軍の左翼は速やかに[騎兵の保護を]奪われた。
§15.12.3τὰ δὲ λοιπὰ συμπεσόντα τοῖς τῶν Ῥωμαίων γροσφομάχοις ἐν τῷ μεταξὺ χωρίῳ τῶν παρατάξεων πολλὰ μὲν ἔπασχε κακά, πολλὰ δʼ ἐποίει τοὺς ὑπεναντίους,
一方、残りの象たちは両軍の陣列の間の場所でローマ軍の軽装歩兵たちと衝突し、多くの損害を被りつつも、敵に多くの被害を与えた。
§15.12.4ἕως ὅτου πεφοβημένα τὰ μὲν διὰ τῶν διαστημάτων ἐξέπεσε, δεξαμένων αὐτὰ τῶν Ῥωμαίων ἀσφαλῶς κατὰ τὴν τοῦ στρατηγοῦ πρόνοιαν, τὰ δʼ ἐπὶ τὸ δεξιὸν μέρος παραφυγόντα διὰ τῶν ἱππέων συνακοντιζόμενα τέλος εἰς τὸν ἔξω τόπον τῶν στρατοπέδων ἐξέπεσεν,
ついに、恐怖に駆られた象たちのうち、あるものは[陣列の]隙間を通って逃げ去り(ローマ兵は将軍の事前の配慮に従ってそれらを安全にやり過ごした)、別のものは右翼方面へと逃げ込んで、騎兵たちから一斉に槍を投げつけられ、最後には戦場の外へと逃げ去った。
§15.12.5ὅτε δὴ καὶ Λαίλιος ἅμα τῇ περὶ τοὺς ἐλέφαντας ταραχῇ συμβαλὼν ἠνάγκασε φυγεῖν τοὺς τῶν Καρχηδονίων ἱππεῖς προτροπάδην.
このとき、ラエリウスもまた、象たちによる混乱に乗じて突撃し、カルタゴの騎兵たちを総崩れにして敗走させた。
§15.12.6οὗτος μὲν οὖν ἐπέκειτο τοῖς φεύγουσιν ἐκθύμως· τὸ δʼ ὅμοιον ἐποίει καὶ Μασαννάσας.
こうして彼は逃げる敵を精力的に猛追し、マサニッサも同様のことを行った。
§15.12.7κατὰ δὲ τὸν καιρὸν τοῦτον αἱ φάλαγγες ἀμφότεραι βάδην ἀλλήλαις καὶ σοβαρῶς ἐπῄεσαν, πλὴν τῶν ἐκ τῆς Ἰταλίας μετʼ Ἀννίβου παραγεγονότων·
この時、ハンニバルとともにイタリアからやって来た者たちを除き、両軍の重装歩兵の戦列は、ゆっくりとした歩調で威風堂々と互いに進撃した。
οὗτοι δʼ ἔμενον ἐπέχοντες τὸν ἐξ ἀρχῆς τόπον.
イタリアからの兵たちは、最初の位置を維持したまま留まっていた。
§15.12.8ἐπειδὴ δʼ ἐγγὺς ἦσαν ἀλλήλων, οἱ μὲν Ῥωμαῖοι κατὰ τὰ πάτρια συναλαλάξαντες καὶ συμψοφήσαντες τοῖς ξίφεσι τοὺς θυρεοὺς προσέβαλλον τοῖς ὑπεναντίοις,
そして、互いに接近すると、ローマ兵は先祖伝来のやり方に従って一斉に鬨の声をあげ、盾を剣で打ち鳴らしながら敵に襲いかかった。
§15.12.9οἱ δὲ μισθοφόροι τῶν Καρχηδονίων ἀδιάκριτον ἐποίουν τὴν φωνὴν καὶ παρηλλαγμένην·
一方、カルタゴの傭兵たちは、聞き分けられない異様な声をあげた。
οὐ γὰρ πάντων ἦν κατὰ τὸν ποιητὴν ὁ αὐτὸς θροῦς
οὐδʼ ἴα γῆρυς,
ἄλλη δʼ ἄλλων γλῶσσα, πολύκλητοι δʼ ἔσαν ἄνδρες, καθάπερ ἀρτίως ἐξηριθμησάμην.
詩人の言うように、彼ら全員が同じ叫び声や、「一つの声」を持っていたわけではなく、「言葉は様々で、呼び集められた人々であった」からである。 これは私が先ほど数え上げた通りである。