§15.13.1πάσης δʼ οὔσης ἐκ χειρὸς καὶ κατʼ ἄνδρα τῆς μάχης [διὰ τὸ μὴ δόρασι μηδὲ ξίφεσι χρῆσθαι τοὺς ἀγωνιζομένους], τῇ μὲν εὐχερείᾳ καὶ τόλμῃ προεῖχον οἱ μισθοφόροι τὰς ἀρχάς, καὶ πολλοὺς κατετραυμάτιζον τῶν Ῥωμαίων,
[戦う者たちが槍や剣を用いなかったために]すべての戦闘が接近戦かつ一対一の格闘となる中、最初は傭兵たちがその身軽さと大胆さによって優勢であり、ローマ兵の多くを負傷させた。
§15.13.2τῷ δὲ τῆς συντάξεως ἀκριβεῖ καὶ τῷ καθοπλισμῷ πιστεύοντες οἱ Ῥωμαῖοι μᾶλλον ἐπέβαινον εἰς τὸ πρόσθεν.
一方、ローマ兵は戦列の正確な秩序と自らの装備を信頼して、より力強く前方へと押し進んだ。
§15.13.3ἅμα δὲ τοῖς μὲν Ῥωμαίοις ἑπομένων καὶ παρακαλούντων τῶν κατόπιν, τοῖς δὲ μισθοφόροις τῶν Καρχηδονίων οὐ συνεγγιζόντων οὐδὲ παραβοηθούντων, ἀλλʼ ἀποδειλιώντων ταῖς ψυχαῖς,
同時に、ローマ兵に対しては後方に控える者たちが付き従い、彼らを励ましていたのに対し、カルタゴの傭兵たちに対しては、[後方のカルタゴ兵たちが]近づくことも助けることもしようとせず、心胆を寒からしめていた。
§15.13.4πέρας ἐνέκλιναν οἱ βάρβαροι, καὶ δόξαντες ἐγκαταλείπεσθαι προφανῶς ὑπὸ τῶν ἰδίων, ἐπιπεσόντες κατὰ τὴν ἀποχώρησιν εἰς τοὺς ἐφεστῶτας ἔκτεινον τούτους.
ついに、異民族たちは退却しはじめ、明らかに味方から見捨てられたと考えて、退却の途上で、背後に控えていた者たちに襲いかかり、これらを殺害した。
§15.13.5ὃ καὶ πολλοὺς ἠνάγκασε τῶν Καρχηδονίων ἀνδρωδῶς ἀποθανεῖν·
このことはまた、カルタゴ兵の多くに男らしく死ぬことを強いる結果となった。
φονευόμενοι γὰρ ὑπὸ τῶν μισθοφόρων ἐμάχοντο παρὰ τὴν αὑτῶν προαίρεσιν ἅμα πρός τε τοὺς ἰδίους καὶ πρὸς τοὺς Ῥωμαίους.
というのも、彼らは傭兵たちに殺戮されながら、自らの意思に反して、味方の傭兵とローマ兵の双方と同時に戦わねばならなくなったからである。
§15.13.6ποιούμενοι δὲ τὸν κίνδυνον ἐκστατικῶς καὶ παρηλλαγμένως οὐκ ὀλίγους διέφθειραν καὶ τῶν ἰδίων καὶ τῶν ὑπεναντίων.
彼らは取り乱し狂気のような状態で戦闘を行い、味方も敵も少なくない数を殺害した。
§15.13.7καὶ δὴ τῷ τοιούτῳ τρόπῳ συνέχεαν ἐπιπεσόντες τὰς τῶν ἁστάτων σημαίας·
そして実際、このように彼らが襲いかかったことで、ハスタティの部隊は混乱させられた。
οἱ μέντοι τῶν πριγκίπων ἡγεμόνες συνθεασάμενοι τὸ γεγονὸς ἐπέστησαν τὰς αὑτῶν τάξεις.
しかし、プリンキペスの指揮官たちは、何が起こったかを目撃すると、自らの部隊をとどまらせた。
§15.13.8τῶν δὲ μισθοφόρων καὶ τῶν Καρχηδονίων τὸ πλεῖστον μέρος τὸ μὲν ὑφʼ αὑτῶν, τὸ δʼ ὑπὸ τῶν ἁστάτων αὐτοῦ κατεκόπη.
傭兵たちとカルタゴ兵の大部分は、一方では互いによって、他方ではハスタティによって、その場で斬り殺された。
§15.13.9τοὺς δὲ διασῳζομένους καὶ φεύγοντας οὐκ εἴασε καταμιγῆναι ταῖς δυνάμεσιν Ἀννίβας, ἀλλὰ προβαλέσθαι παραγγείλας τοῖς ἐπιστάταις ἐκώλυσε μὴ παραδέξασθαι τοὺς ἐγγίζοντας.
ハンニバルは、命からがら逃げてくる者たちが本隊に合流することを許さず、後列の指揮官たちに槍を前方に向けるよう命じて、近づいてくる者たちを受け入れることを阻んだ。
§15.13.10ὅθεν ἠναγκάσθησαν οὗτοι μὲν ποιεῖσθαι τὴν ἀποχώρησιν ἐπὶ τὰ κέρατα καὶ τὰς ἐκ τούτων
それゆえ、彼らは両翼へと退却せざるを得なくなり、そこからさらに…