Humanitext Reader

波利比奥斯 · 历史 §15.12.1-15.12.9

战象受挫引发混乱与步兵交锋

第 820 段,共 1311 段 · 希腊语

内容简介

两军准备就绪后,汉尼拔下令战象部队发起冲锋,但战象引起的混乱反使迦太基骑兵溃败。随后两军步兵方阵交锋,由多国雇佣兵组成的迦太基军中响起了各种不同语言的混乱呼喊。

§15.12.1τεροι.
[统帅们。
ἐπειδὴ δʼ ἑκατέροις ἦν εὐτρεπῆ τὰ πρὸς τὸν κίνδυνον, πάλαι τῶν Νομαδικῶν ἱππέων πρὸς ἀλλήλους ἀκροβολιζομένων, τότε παρήγγειλε τοῖς ἐπὶ τῶν ἐλεφάντων Ἀννίβας ποιεῖσθαι τὴν ἔφοδον ἐπὶ τοὺς ὑπεναντίους.
]当双方战斗的准备工作就绪,且努米底亚骑兵早已开始相互进行前哨战时,汉尼拔便命令象奴向敌人发起进攻。
§15.12.2ἅμα δὲ τῷ πανταχόθεν τὰς σάλπιγγας καὶ τὰς βυκάνας ἀναβοῆσαι τινὰ μὲν διαταραχθέντα τῶν θηρίων ἐξ αὐτῆς ὥρμησε παλίσσυτα κατὰ τῶν βεβοηθηκότων τοῖς Καρχηδονίοις Νομάδων· τῶν περὶ τὸν Μασαννάσαν ταχέως ἐψιλώθη τὸ λαιὸν κέρας τῶν Καρχηδονίων.
与此同时,当四面八方的喇叭和角笛同时鸣响时,一些受惊的战象立刻向后转,冲向了前来援助迦太基人的努米底亚人;因马萨尼萨部下的行动,迦太基军的左翼迅速失去了[骑兵的保护]。
§15.12.3τὰ δὲ λοιπὰ συμπεσόντα τοῖς τῶν Ῥωμαίων γροσφομάχοις ἐν τῷ μεταξὺ χωρίῳ τῶν παρατάξεων πολλὰ μὲν ἔπασχε κακά, πολλὰ δʼ ἐποίει τοὺς ὑπεναντίους, §15.12.4ἕως ὅτου πεφοβημένα τὰ μὲν διὰ τῶν διαστημάτων ἐξέπεσε, δεξαμένων αὐτὰ τῶν Ῥωμαίων ἀσφαλῶς κατὰ τὴν τοῦ στρατηγοῦ πρόνοιαν, τὰ δʼ ἐπὶ τὸ δεξιὸν μέρος παραφυγόντα διὰ τῶν ἱππέων συνακοντιζόμενα τέλος εἰς τὸν ἔξω τόπον τῶν στρατοπέδων ἐξέπεσεν,
而其余的战象则在两军阵列之间的空地上与罗马的轻步兵相撞,它们自身遭受了巨大的损伤,同时也给敌人造成了严重的伤亡,直到最后,在惊恐之中,一些战象从阵列的间隙中穿过逃走(罗马人按照统帅预先的部署安全地避开了它们),另一些则向右翼逃窜,在骑兵的标枪齐射下,最终逃到了战场之外。
§15.12.5ὅτε δὴ καὶ Λαίλιος ἅμα τῇ περὶ τοὺς ἐλέφαντας ταραχῇ συμβαλὼν ἠνάγκασε φυγεῖν τοὺς τῶν Καρχηδονίων ἱππεῖς προτροπάδην.
正是在这个时候,莱利乌斯也利用战象造成的混乱发起攻击,迫使迦太基的骑兵狼狈逃窜。
§15.12.6οὗτος μὲν οὖν ἐπέκειτο τοῖς φεύγουσιν ἐκθύμως· τὸ δʼ ὅμοιον ἐποίει καὶ Μασαννάσας.
于是,他以极大的锐气紧紧追击逃兵,马萨尼萨也同样如此。
§15.12.7κατὰ δὲ τὸν καιρὸν τοῦτον αἱ φάλαγγες ἀμφότεραι βάδην ἀλλήλαις καὶ σοβαρῶς ἐπῄεσαν, πλὴν τῶν ἐκ τῆς Ἰταλίας μετʼ Ἀννίβου παραγεγονότων· οὗτοι δʼ ἔμενον ἐπέχοντες τὸν ἐξ ἀρχῆς τόπον.
此时,除与汉尼拔一同从意大利前来的士兵外,双方的步兵方阵都以缓慢而庄严的步伐向对方逼近;而那些从意大利来的士兵则坚守在最初的位置上。
§15.12.8ἐπειδὴ δʼ ἐγγὺς ἦσαν ἀλλήλων, οἱ μὲν Ῥωμαῖοι κατὰ τὰ πάτρια συναλαλάξαντες καὶ συμψοφήσαντες τοῖς ξίφεσι τοὺς θυρεοὺς προσέβαλλον τοῖς ὑπεναντίοις, §15.12.9οἱ δὲ μισθοφόροι τῶν Καρχηδονίων ἀδιάκριτον ἐποίουν τὴν φωνὴν καὶ παρηλλαγμένην· οὐ γὰρ πάντων ἦν κατὰ τὸν ποιητὴν ὁ αὐτὸς θροῦς οὐδʼ ἴα γῆρυς, ἄλλη δʼ ἄλλων γλῶσσα, πολύκλητοι δʼ ἔσαν ἄνδρες, καθάπερ ἀρτίως ἐξηριθμησάμην.
当彼此接近时,罗马人按照祖传的习俗一齐发出呐喊,用剑敲击盾牌,向敌人冲杀过去;而迦太基的雇佣兵则发出混杂而异样的呼喊;因为正如诗人所说,并非所有人都有着相同的呐喊, “也没有统一的声音,而是语言各异,他们是从多方征集来的人,” 正如我刚才列举的那样。

词汇与语法注释

  1. §15.12.1τεροι — 上一个分块末尾 ἀμφό-(ἀμφότεροι“双方”的前半部分)的后半部分。它构成了前一节最后一句话主语的一部分。
  2. §15.12.2τῶν βεβοηθηκότων τοῖς Καρχηδονίοις Νομάδων — βεβοηθηκότων 是 βοηθέω(“援助、增援”)的完成时分词,支配与格 τοῖς Καρχηδονίοις,意为“援助迦太基人的努米底亚人”。
  3. §15.12.2τῶν περὶ τὸν Μασαννάσαν — 介词短语 οἱ περί 搭配宾格表示“由……率领的人”。在这里,它指“马萨尼萨率领的部队”,并作为被动语态动词 ἐψιλώθη(“被剥夺、变裸露”)的施事者或原因属格。
  4. §15.12.4τὰ μὲν... τὰ δʼ — 指代战象(τὰ θηρία)的中性复数代名词(冠词的代名词用法),表示逃跑战象中“一些……而另一些……”的对比。
  5. §15.12.9κατὰ τὸν ποιητήν — 意为“正如诗人所说”。这里的“诗人”指荷马,接下来的引用出自《伊利亚特》第四卷第437-438行。

引用这一段

波利比奥斯, 历史 §15.12.1-15.12.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.12.1-15.12.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。