§15.11.1ὁ μὲν οὖν Πόπλιος τοιαύτην ἐποιήσατο τὴν παραίνεσιν.
ポプリオスはこのような勧告を行った。
ὁ δʼ Ἀννίβας τὰ μὲν θηρία πρὸ πάσης τῆς δυνάμεως, ὄντα πλείω τῶν ὀγδοήκοντα, μετὰ δὲ ταῦτα τοὺς μισθοφόρους ἐπέστησε, περὶ μυρίους ὄντας καὶ δισχιλίους τὸν ἀριθμόν.
一方、ハンニバルは、八十頭を超える象を全軍の最前列に配置し、その後に約一万二千人の傭兵部隊を配置した。
οὗτοι δʼ ἦσαν Λιγυστῖνοι, Κελτοί, Βαλιαρεῖς, Μαυρούσιοι.
彼らはリグリア人、ケルト人、バレアレス人、マウリ人であった。
§15.11.2τούτων δὲ κατόπιν παρενέβαλε τοὺς ἐγχωρίους Λίβυας καὶ Καρχηδονίους, ἐπὶ δὲ πᾶσι τοὺς ἐξ Ἰταλίας ἥκοντας μεθʼ αὑτοῦ, πλεῖον ἢ στάδιον ἀποστήσας τῶν προτεταγμένων.
これらの背後に地元のリビア人とカルタゴ人を整列させ、そのすべてに、前方に配置された部隊から一スタディオン以上離して、自分とともにイタリアからやって来た兵たちを配置した。
§15.11.3τὰ δὲ κέρατα διὰ τῶν ἱππέων ἠσφαλίσατο, θεὶς ἐπὶ μὲν τὸ λαιὸν τοὺς συμμάχους Νομάδας, ἐπὶ δὲ τὸ δεξιὸν τοὺς τῶν Καρχηδονίων ἱππεῖς.
両翼は騎兵によって固め、左翼には同盟軍のヌミディア人を、右翼にはカルタゴ人の騎兵を配した。
§15.11.4παρήγγειλε δὲ τοὺς ἰδίους στρατιώτας ἕκαστον παρακαλεῖν, ἀναφέροντας τὴν ἐλπίδα τῆς νίκης ἐφʼ ἑαυτὸν καὶ τὰς μεθʼ αὑτοῦ παραγεγενημένας δυνάμεις·
彼は各隊長に対し、勝利への希望をハンニバル自身と彼とともにやって来た軍勢に向けさせつつ、それぞれの兵士を激励するよう命じた。
§15.11.5τοῖς δὲ Καρχηδονίοις ἐκέλευσε τοὺς ἡγουμένους τὰ συμβησόμενα περὶ τέκνων καὶ γυναικῶν ἐξαριθμεῖσθαι καὶ τιθέναι πρὸ ὀφθαλμῶν, ἐὰν ἄλλως πως ἐκβῇ τὰ τῆς μάχης.
またカルタゴ人に対しては、指導者たちが、もし戦いの結末が違ったものになった場合に妻子に起こるであろう運命を数え上げ、目の前に描き出すよう命じた。
οὗτοι μὲν οὖν οὕτως ἐποίουν τὸ παραγγελθέν.
そこで彼らは命じられた通りにこれを行った。
§15.11.6Ἀννίβας δὲ τοὺς μεθʼ αὑτοῦ παραγεγονότας ἐπιπορευόμενος ἠξίου καὶ παρεκάλει διὰ πλειόνων μνησθῆναι μὲν τῆς πρὸς ἀλλήλους ἑπτακαιδεκαέτους συνηθείας, μνησθῆναι δὲ τοῦ πλήθους τῶν προγεγονότων αὐτοῖς πρὸς Ῥωμαίους ἀγώνων·
ハンニバルは、自分とともにやって来た者たちの間を巡り、お互いの十七年間にわたる親交を思い起こし、また自分たちがローマ人に対して行ってきた数多くの過去の戦いを思い起こすよう、言葉を尽くして求め、かつ激励した。
§15.11.7ἐν οἷς ἀηττήτους γεγονότας οὐδʼ ἐλπίδα τοῦ νικᾶν οὐδέποτʼ ἔφη Ῥωμαίοις αὐτοὺς ἀπολελοιπέναι.
それらの戦いにおいて、彼らは不敗であり、ローマ人には一度として勝利の希望すら残さなかった、と彼は言った。
§15.11.8τὸ δὲ μέγιστον, ἠξίου λαμβάνειν πρὸ ὀφθαλμῶν χωρὶς τῶν κατὰ μέρος κινδύνων καὶ τῶν ἀναριθμήτων προτερημάτων τήν τε περὶ τὸν Τρεβίαν ποταμὸν μάχην πρὸς τὸν πατέρα τοῦ νῦν ἡγουμένου Ῥωμαίων, ὁμοίως τὴν ἐν Τυρρηνίᾳ πρὸς Φλαμίνιον μάχην, ἔτι δὲ τὴν περὶ Κάννας γενομένην πρὸς Αἰμίλιον,
そして最も重要なこととして、個々の危機や無数の勝利は別として、現在のローマ軍の指導者の父親に対するトレビア川での戦い、同様にフラミニウスに対するエトルリアでの戦い、さらにアエミリウスに対するカンナエでの戦いを、目の前に思い描くよう求めた。
§15.11.9ἃς οὔτε κατὰ πλῆθος τῶν ἀνδρῶν οὔτε κατὰ τὰς ἀρετὰς ἀξίας εἶναι συγκρίσεως πρὸς τὸν νῦν ἐπιφερόμενον κίνδυνον.
これらの戦いは、兵の数においても勇猛さにおいても、今迫りつつある戦いと比較するに値しない、と[彼は言った]。
§15.11.10καὶ ταῦτα λέγων ἀναβλέπειν αὐτοὺς ἐκέλευε καὶ τὴν τῶν ὑπεναντίων κατοπτεύειν τάξιν·
こう語りながら、彼は彼らに顔を上げて敵の陣列を注視するよう命じた。
οὐ γὰρ οἷον ἐλάττους, ἀλλʼ οὐδὲ πολλοστὸν μέρος εἶναι τῶν τότε πρὸς αὐτοὺς ἀγωνισαμένων, ταῖς γε μὴν ἀρεταῖς οὐδὲ σύγκρισιν ἔχειν.
なぜなら、敵は数が少ないというだけでなく、当時自分たちと戦った者たちの何分の一にも満たず、その勇猛さにいたっては比較にすらならないからである。
§15.11.11ἐκείνους μὲν γὰρ ἀηττήτους ὄντας ἐξ ἀκεραίου διηγωνίσθαι πρὸς σφᾶς, τούτων δὲ τοὺς μὲν ἐκγόνους εἶναι, τοὺς δὲ λείψανα τῶν ἡττημένων ἐν Ἰταλίᾳ καὶ πεφευγότων αὐτὸν πλεονάκις.
なぜなら、かつての敵は万全の状態で自分たちと全力で戦ったのに対し、今回の敵はある者は彼らの子孫であり、ある者はイタリアで敗北して何度も自分から逃げ回った者たちの生き残りにすぎないからである。
§15.11.12διόπερ [ᾤετο] δεῖν μὴ καταλῦσαι μήτε τὴν σφῶν αὐτῶν μήτε τὴν τοῦ προεστῶτος δόξαν καὶ προσηγορίαν, ἀλλʼ ἀγωνισαμένους εὐψύχως βεβαιῶσαι τὴν διαδεδομένην περὶ αὐτῶν φήμην, ὡς ὄντων ἀηττήτων.
それゆえ、自分たち自身の、また指導者の受け継いできた名声と評判を損なってはならず、勇敢に戦って、自分たちが不敗の存在であるという世に広まった評判を確固たるものにすべきである、と[彼は考えた]。
§15.11.13ταῦτα μὲν οὖν καὶ τοιαῦτα παρεκάλεσαν ἀμφό
こうして両将は、これらやこれに類する言葉で[それぞれ自軍を]激励した