§15.12.1τεροι.
-generals.
ἐπειδὴ δʼ ἑκατέροις ἦν εὐτρεπῆ τὰ πρὸς τὸν κίνδυνον, πάλαι τῶν Νομαδικῶν ἱππέων πρὸς ἀλλήλους ἀκροβολιζομένων, τότε παρήγγειλε τοῖς ἐπὶ τῶν ἐλεφάντων Ἀννίβας ποιεῖσθαι τὴν ἔφοδον ἐπὶ τοὺς ὑπεναντίους. §15.12.2ἅμα δὲ τῷ πανταχόθεν τὰς σάλπιγγας καὶ τὰς βυκάνας ἀναβοῆσαι τινὰ μὲν διαταραχθέντα τῶν θηρίων ἐξ αὐτῆς ὥρμησε παλίσσυτα κατὰ τῶν βεβοηθηκότων τοῖς Καρχηδονίοις Νομάδων· τῶν περὶ τὸν Μασαννάσαν ταχέως ἐψιλώθη τὸ λαιὸν κέρας τῶν Καρχηδονίων. §15.12.3τὰ δὲ λοιπὰ συμπεσόντα τοῖς τῶν Ῥωμαίων γροσφομάχοις ἐν τῷ μεταξὺ χωρίῳ τῶν παρατάξεων πολλὰ μὲν ἔπασχε κακά, πολλὰ δʼ ἐποίει τοὺς ὑπεναντίους, §15.12.4ἕως ὅτου πεφοβημένα τὰ μὲν διὰ τῶν διαστημάτων ἐξέπεσε, δεξαμένων αὐτὰ τῶν Ῥωμαίων ἀσφαλῶς κατὰ τὴν τοῦ στρατηγοῦ πρόνοιαν, τὰ δʼ ἐπὶ τὸ δεξιὸν μέρος παραφυγόντα διὰ τῶν ἱππέων συνακοντιζόμενα τέλος εἰς τὸν ἔξω τόπον τῶν στρατοπέδων ἐξέπεσεν, §15.12.5ὅτε δὴ καὶ Λαίλιος ἅμα τῇ περὶ τοὺς ἐλέφαντας ταραχῇ συμβαλὼν ἠνάγκασε φυγεῖν τοὺς τῶν Καρχηδονίων ἱππεῖς προτροπάδην. §15.12.6οὗτος μὲν οὖν ἐπέκειτο τοῖς φεύγουσιν ἐκθύμως· τὸ δʼ ὅμοιον ἐποίει καὶ Μασαννάσας. §15.12.7κατὰ δὲ τὸν καιρὸν τοῦτον αἱ φάλαγγες ἀμφότεραι βάδην ἀλλήλαις καὶ σοβαρῶς ἐπῄεσαν, πλὴν τῶν ἐκ τῆς Ἰταλίας μετʼ Ἀννίβου παραγεγονότων· οὗτοι δʼ ἔμενον ἐπέχοντες τὸν ἐξ ἀρχῆς τόπον. §15.12.8ἐπειδὴ δʼ ἐγγὺς ἦσαν ἀλλήλων, οἱ μὲν Ῥωμαῖοι κατὰ τὰ πάτρια συναλαλάξαντες καὶ συμψοφήσαντες τοῖς ξίφεσι τοὺς θυρεοὺς προσέβαλλον τοῖς ὑπεναντίοις, §15.12.9οἱ δὲ μισθοφόροι τῶν Καρχηδονίων ἀδιάκριτον ἐποίουν τὴν φωνὴν καὶ παρηλλαγμένην· οὐ γὰρ πάντων ἦν κατὰ τὸν ποιητὴν ὁ αὐτὸς θροῦς
οὐδʼ ἴα γῆρυς,
ἄλλη δʼ ἄλλων γλῶσσα, πολύκλητοι δʼ ἔσαν ἄνδρες, καθάπερ ἀρτίως ἐξηριθμησάμην.
When all preparation for the battle was complete on both sides, the Numidian cavalry having already been skirmishing with each other for some time, Hannibal then ordered those in charge of the elephants to make the charge against the enemy. As soon as the trumpets and horns sounded from all sides, some of the beasts, being terrified, turned back at once and rushed against the Numidian allies of the Carthaginians; so that, by the action of Masanissa's men, the left wing of the Carthaginians was quickly stripped [of its cavalry]. But the rest of the elephants, falling in with the Roman velites in the space between the two lines, both suffered many injuries and inflicted many on the enemy, until at last, thoroughly frightened, some of them escaped through the intervals between the companies (the Romans having received them safely according to the general's foresight), while others, fleeing towards the right wing under a shower of javelins from the cavalry, finally escaped outside the field of battle, at which very moment Laelius also, taking advantage of the confusion caused by the elephants, charged and forced the Carthaginian cavalry into headlong flight. He, then, pressed hard upon the fugitives with great spirit, and Masanissa did the same. At this juncture, both phalanxes advanced upon each other at a slow and solemn pace, except those who had come from Italy with Hannibal; these remained holding their original position. When they were near each other, the Romans, raising their traditional war-cry and clashing their shields with their swords, fell upon the enemy; while the mercenaries of the Carthaginians raised a confused and dissonant shout; for, as the poet says, they had not all the same cry, "nor one voice, but their tongues were mixed, and they were men called from many lands," just as I have recently enumerated.