§12.9.1σκεψώμεθα δὴ καὶ τὴν αὐτοῦ τοῦ Τιμαίου προαίρεσιν, καὶ τὰς ἀποφάσεις συγκρίνωμεν ἐκ παραθέσεως, ἃς πεποίηται περὶ τῆς αὐτῆς ἀποικίας, ἵνα γνῶμεν πότερος ἄξιος ἔσται τῆς τοιαύτης κατηγορίας.
それでは、ティマイオス自身の意図をも検討し、彼が同じ植民地に関してなした言明を並べて比較してみよう。 どちらがそのような非難に値するかを知るために。
φησὶ τοιγαροῦν κατὰ τὴν αὐτὴν βύβλον,
それゆえ、彼は同じ書物の中で次のように述べている。
§12.9.2οὐκέτι κατὰ τὸν αὐτὸν εἰκότα λόγον χρώμενος τοῖς ἐλέγχοις, ἀλλʼ ἀληθινῶς αὐτὸς ἐπιβαλὼν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα Λοκρούς, ἐξετάζειν τὰ περὶ τῆς ἀποικίας.
もはや同様の蓋然的な議論を反証の手段として用いるのではなく、彼自身が実際にギリシアのロクリス人のもとへ赴いて、植民地に関する事柄を調査した、と。
§12.9.3τοὺς δὲ πρῶτον μὲν ἐπιδεικνύειν αὐτῷ συνθήκας ἐγγράπτους, ἔτι καὶ νῦν διαμενούσας, πρὸς τοὺς ἐξαπεσταλμένους, αἷς ὑπογεγράφθαι τὴν ἀρχὴν τοιαύτην "ὡς γονεῦσι πρὸς τέκνα. §12.9.4"πρὸς δὲ τούτοις εἶναι δόγματα, καθʼ ἃ πολιτείαν ὑπάρχειν ἑκατέροις παρʼ ἑκατέροις. καθόλου διακούοντας τὴν Ἀριστοτέλους ἐξήγησιν περὶ τῆς ἀποικίας θαυμάζειν τὴν ἰταμότητα τοῦ συγγραφέως.
そして彼ら(ギリシアのロクリス人)が、まず第一に、送り出された人々との間で交わされ、現在もなお存続している文書による協定を彼に提示したこと、その協定の冒頭には「親の子に対するがごとき」という記述が書き添えられていること、さらにこれらに加えて、それに基づき双方の間で互いに市民権が存在することとする決議が存在すること、そして全体として、彼らはアリストテレスによる植民地に関する説明を聞いて、この著述家の不埒さに驚いていること(を彼は述べている)。
§12.9.5μεταβὰς δὲ πάλιν ἐπὶ τοὺς ἐν Ἰταλίᾳ Λοκροὺς εὑρίσκειν ἀκολούθους καὶ τοὺς νόμους φησὶ τοὺς παρʼ αὐτοῖς καὶ τοὺς ἐθισμοὺς οὐ τῇ τῶν οἰκετῶν ῥᾳδιουργίᾳ, τῇ δὲ τῶν ἐλευθέρων ἀποικίᾳ·
また彼は、今度はイタリアのロクリス人のもとへ移動して、彼らのもとにおける法律や習慣が、奴隷の不届きな振る舞いにではなく、自由人の植民に合致しているのを見出した、と述べている。
§12.9.6πάντως γὰρ καὶ τοῖς ἀνδραποδισταῖς ἐπιτίμια τετάχθαι παρʼ αὐτοῖς, ὁμοίως τοῖς μοιχοῖς, τοῖς δραπέταις· ὧν οὐδὲν ἂν ὑπάρχειν, εἰ συνῄδεισαν αὑτοῖς ἐκ τοιούτων πεφυκόσι.
なぜなら、彼らのもとでは、姦通者や逃亡奴隷と同様に、人身売買を行う者に対しても確かに罰則が定められており、もし彼らが自分たち自身がそのような者たちの子孫であることを自覚していたなら、これらは一つとして存在しなかったであろうからである、と。