Humanitext Reader

波利比奥斯 · 历史 §12.9.1-12.9.6

蒂迈欧对洛克里人文献的调查与反驳

第 747 段,共 1311 段 · 希腊语

内容简介

蒂迈欧声称自己实际访问了希腊和意大利的洛克里人,调查了历史文献和法律,并指出这些证据表明他们是由自由人殖民而成,而非如亚里士多德所言基于奴隶的放纵。

§12.9.1σκεψώμεθα δὴ καὶ τὴν αὐτοῦ τοῦ Τιμαίου προαίρεσιν, καὶ τὰς ἀποφάσεις συγκρίνωμεν ἐκ παραθέσεως, ἃς πεποίηται περὶ τῆς αὐτῆς ἀποικίας, ἵνα γνῶμεν πότερος ἄξιος ἔσται τῆς τοιαύτης κατηγορίας.
因此,让我们也考察一下蒂迈欧本人的意图,并将他关于同一个殖民地所作的言论并列进行比较,以便我们知道他们中哪一个更配得上这样的指责。
φησὶ τοιγαροῦν κατὰ τὴν αὐτὴν βύβλον, §12.9.2οὐκέτι κατὰ τὸν αὐτὸν εἰκότα λόγον χρώμενος τοῖς ἐλέγχοις, ἀλλʼ ἀληθινῶς αὐτὸς ἐπιβαλὼν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα Λοκρούς, ἐξετάζειν τὰ περὶ τῆς ἀποικίας.
所以他在同一本书中说道,他不再使用同样的可能性推论来进行反驳,而是自己实际前往希腊本土的洛克里人那里,调查了有关该殖民地的情况。
§12.9.3τοὺς δὲ πρῶτον μὲν ἐπιδεικνύειν αὐτῷ συνθήκας ἐγγράπτους, ἔτι καὶ νῦν διαμενούσας, πρὸς τοὺς ἐξαπεσταλμένους, αἷς ὑπογεγράφθαι τὴν ἀρχὴν τοιαύτην "ὡς γονεῦσι πρὸς τέκνα.
而他们首先向他出示了与那些被派遣出去的人之间签订的、至今依然保存着的书面协定,其开头写有如下字样:“如父母之于子女”。
§12.9.4"πρὸς δὲ τούτοις εἶναι δόγματα, καθʼ ἃ πολιτείαν ὑπάρχειν ἑκατέροις παρʼ ἑκατέροις.
此外,还有一些决议,根据这些决议,双方在彼此的城邦中都享有公民权。
καθόλου διακούοντας τὴν Ἀριστοτέλους ἐξήγησιν περὶ τῆς ἀποικίας θαυμάζειν τὴν ἰταμότητα τοῦ συγγραφέως.
总之,他们在听了亚里士多德关于该殖民地的解释后,无不惊讶于这位作者的厚颜无耻。
§12.9.5μεταβὰς δὲ πάλιν ἐπὶ τοὺς ἐν Ἰταλίᾳ Λοκροὺς εὑρίσκειν ἀκολούθους καὶ τοὺς νόμους φησὶ τοὺς παρʼ αὐτοῖς καὶ τοὺς ἐθισμοὺς οὐ τῇ τῶν οἰκετῶν ῥᾳδιουργίᾳ, τῇ δὲ τῶν ἐλευθέρων ἀποικίᾳ·
接着他又转向意大利的洛克里人,他说他发现那里的法律和习俗所契合的,不是奴隶的胡作非为,而是自由人的殖民。
§12.9.6πάντως γὰρ καὶ τοῖς ἀνδραποδισταῖς ἐπιτίμια τετάχθαι παρʼ αὐτοῖς, ὁμοίως τοῖς μοιχοῖς, τοῖς δραπέταις· ὧν οὐδὲν ἂν ὑπάρχειν, εἰ συνῄδεισαν αὑτοῖς ἐκ τοιούτων πεφυκόσι.
因为在他们那里,对拐卖人口者也同样规定了惩罚,就像对通奸者和逃奴一样;如果他们自知是这些人的后代,那么这些法律断然不会存在。

词汇与语法注释

  1. §12.9.2ἐξετάζειν — 依附于前一节(§12.9.1)中动词 φησί 的间接引语不定式。§12.9.3 中的 ἐπιδεικνύειν 以及 §12.9.4 中的 εἶναι 和 θαυμάζειν 同样也是由 φησί 支配的间接引语不定式。
  2. §12.9.3τοὺς δὲ — 用作不定式 ἐπιδεικνύειν 主语的宾格,指代“希腊本土的洛克里人”。
  3. §12.9.3τὴν ἀρχὴν — 副词性宾格,意为“最先”、“起初”或“在开头”。或者,亦可理解为完美被动不定式 ὑπογεγράφθαι 的主语(即“开头部分被写道……”)。
  4. §12.9.6ὧν οὐδὲν ἂν ὑπάρχειν — 间接引语中与过去事实相反的虚拟条件句的主句(归结节)。直接引语中的 ὧν οὐδὲν ἂν ὑπῆρχεν(直陈式过去时 + ἄν)因受主导动词 φησί 的影响,变为了不定式 ἂν ὑπάρχειν。其条件从句是接下来的 εἰ συνῄδεισαν(直陈式过去时)。

引用这一段

波利比奥斯, 历史 §12.9.1-12.9.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.9.1-12.9.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。