§12.4c.1ἐκ τῆς τοῦ ζῴου πτώσεως.
[すなわち、]その動物の倒れ方によって。
ὁ δὲ Τίμαιος περὶ τοῦτο τὸ μέρος τῆς ἀλογίας οὐ μόνον ἀπειρίαν, ἔτι δὲ μᾶλλον ὀψιμαθίαν δοκεῖ μοι πολλὴν ἐπιφαίνειν, ὅς γε, διότι θύουσιν ἵππον, εὐθέως ὑπέλαβε τοῦτο ποιεῖν αὐτοὺς διὰ τὸ τὴν Τροίαν ἀφʼ ἵππου δοκεῖν ἑαλωκέναι.
しかしティマイオスは、この不条理な点において、不案内であるだけでなく、それ以上に大いなる生かじりの知識を示していると私には思われる。 彼は、[ローマ人たちが]馬を犠牲にするというまさにそのことから、トロイアが馬のおかげで陥落したと考えられているために彼らがそうしているのだと、直ちに思い込んでしまったのだから。
§12.4c.2πλὴν ὅτι γε κακῶς ἱστόρηκε καὶ τὰ περὶ τὴν Λιβύην καὶ τὰ περὶ τὴν Σαρδόνα, καὶ μάλιστα τὰ κατὰ τὴν Ἰταλίαν, §12.4c.3ἐκ τούτων ἐστὶ συμφανές, καὶ καθόλου διότι τὸ περὶ τὰς ἀνακρίσεις μέρος ἐπισέσυρται παρʼ αὐτῷ τελέως· ὅπερ ἐστὶ κυριώτατον τῆς ἱστορίας.
しかしながら、彼がリビアに関することもササディニアに関することも、またとりわけイタリアに関することを誤って記録したということは、これらから明らかであり、また全体として、歴史の最も重要な部分である、聞き取り調査に関する部分が彼において完全におろそかにされているということも明らかである。
§12.4c.4ἐπειδὴ γὰρ αἱ μὲν πράξεις ἅμα πολλαχῇ συντελοῦνται, παρεῖναι δὲ τὸν αὐτὸν ἐν πλείοσι τόποις κατὰ τὸν αὐτὸν καιρὸν ἀδύνατον, ὁμοίως γε μὴν οὐδʼ αὐτόπτην γενέσθαι πάντων τῶν κατὰ τὴν οἰκουμένην τόπων καὶ τῶν ἐν τοῖς τόποις ἰδιωμάτων τὸν ἕνα δυνατόν, §12.4c.5καταλείπεται πυνθάνεσθαι μὲν ὡς παρὰ πλείστων, πιστεύειν δὲ τοῖς ἀξίοις πίστεως, κριτὴν δʼ εἶναι τῶν προσπιπτόντων μὴ κακόν.
なぜなら、諸々の出来事は同時に多くの場所で行われるが、同一の人間が同じ時に複数の場所に居合わせることは不可能であり、同様にまた、一人の人間が居住世界のすべての場所やそれぞれの土地の特徴を目撃することは不可能であるからには、できる限り多くの人々から尋ね、信頼に値する人々を信じ、もたらされる事柄に対して悪くない判断者となることが、残された道であるからだ。