§12.4d.1ἐν ᾧ γένει μεγίστην ἐπίφασιν ἕλκων Τίμαιος πλεῖστον ἀπολείπεσθαί μοι δοκεῖ τῆς ἀληθείας·
この分野において、ティマイオスは最も大きな見せかけを誇りながらも、真実から最も遠く隔たっていると私には思われる。
§12.4d.2τοσοῦτο γὰρ ἀπέχει τοῦ διʼ ἑτέρων ἀκριβῶς τὴν ἀλήθειαν ἐξετάζειν ὡς οὐδὲ τούτων ὧν αὐτόπτης γέγονε καὶ ἐφʼ οὓς αὐτὸς ἥκει τόπους, οὐδὲ περὶ τούτων οὐδὲν ὑγιὲς ἡμῖν ἐξηγεῖται.
なぜなら、彼は他者を通じて真実を正確に調査することからあまりに遠く離れており、彼自身が目撃者となり彼自身が訪れた場所についてさえ、それらについても信頼できることを何一つ我々に説明していないからである。
§12.4d.3τοῦτο δʼ ἔσται δῆλον, ἐὰν ἐν τοῖς κατὰ τὴν Σικελίαν δείξωμεν αὐτὸν ἀγνοοῦντα περὶ ὧν ἀποφαίνεται·
このことは、シケリアに関する事柄において、彼が自ら言明していることについて無知であることを我々が示すならば、明らかになるであろう。
§12.4d.4σχεδὸν γὰρ οὐ πολλῶν ἔτι προσδεήσει λόγων ὑπέρ γε τῆς ψευδολογίας, ἐὰν ἐν οἷς ἔφυ καὶ ἐτράφη τόποις, καὶ τούτων ἐν τοῖς ἐπιφανεστάτοις [ἐν τούτοις] ἀγνοῶν εὑρεθῇ καὶ παραπαίων τῆς ἀληθείας.
というのも、彼が生まれ育った場所、それもそのうちで最も有名な場所において、彼が無知であり真実から外れていることが見出されるならば、彼の虚偽の記述については、もはや多くの言葉を必要としないであろうからである。
§12.4d.5φησὶ τοιγαροῦν τὴν Ἀρέθουσαν κρήνην τὴν ἐν ταῖς Συρακούσαις ἔχειν τὰς πηγὰς ἐκ τοῦ κατὰ Πελοπόννησον διά τε τῆς Ἀρκαδίας καὶ διὰ τῆς Ὀλυμπίας ῥέοντος [ποταμοῦ] Ἀλφειοῦ·
それゆえ彼は、シュラクサイにあるアレトゥーサの泉が、ペロポネソスにおいてアルカディアとオリンピアを流れるアルフェイオス川にその水源を持っていると主張している。
§12.4d.6ἐκεῖνον γὰρ δύντα κατὰ γῆς καὶ τετρακισχιλίους σταδίους ὑπὸ τὸ Σικελικὸν ἐνεχθέντα πέλαγος ἀναδύνειν ἐν ταῖς Συρακούσαις,
なぜなら、その川は地下に潜り、シケリア海の下を四千スタディオン流されて、シュラクサイで再び地上に湧き出るというのである。
§12.4d.7γενέσθαι δὲ τοῦτο δῆλον ἐκ τοῦ κατά τινα χρόνον οὐρανίων ὄμβρων ῥαγέντων κατὰ τὸν τῶν Ὀλυμπίων καιρὸν καὶ τοῦ ποταμοῦ τοὺς κατὰ τὸ τέμενος ἐπικλύσαντος τόπους,
そして、このことは次のことから明らかになると言う。
§12.4d.8ὄνθου τε πλῆθος ἀναβλύζειν τὴν Ἀρέθουσαν ἐκ τῶν κατὰ τὴν πανήγυριν θυομένων βοῶν καὶ φιάλην χρυσῆν ἀναβαλεῖν, ἣν ἐπιγνόντες εἶναι τῆς ἑορτῆς ἀνείλοντο.
すなわち、ある時、オリンピア競技会の時期に豪雨が降り、川が神域の場所を浸水させたとき、大祭で犠牲にされた牛の糞をアレトゥーサの泉が多量に噴き出し、また金の杯を噴き上げ、人々がそれを祭礼のものと認めて拾い上げた、ということからである。