§12.28b.1ζώντων ὑπέλαβε τοῦτο παρατηρήσειν.
存命の者のうち誰もこれに気づくことはないだろうと考えたからである。
οὐ μὴν ἀλλὰ βουλόμενος αὔξειν τὴν ἱστορίαν πρῶτον μὲν τηλικαύτην εἶναί φησι διαφορὰν τῆς ἱστορίας πρὸς τοὺς ἐπιδεικτικοὺς λόγους, ἡλίκην ἔχει τὰ κατʼ ἀλήθειαν ᾠκοδομημένα καὶ κατεσκευασμένα τῶν ἐν ταῖς σκηνογραφίαις φαινομένων τόπων καὶ διαθέσεων·
とはいえ、彼は歴史を称揚したいと望んで、第一に、歴史と誇示的弁論との間には、現実に建設され整備された建物と、舞台背景画の中に現れる場所や配置との間にあるのと、それほどに大きな違いがある、と述べている。
§12.28b.2δεύτερον αὐτὸ τὸ συναθροῖσαί φησι τὴν παρασκευὴν τὴν πρὸς τὴν ἱστορίαν μεῖζον ἔργον εἶναι τῆς ὅλης πραγματείας τῆς περὶ τοὺς ἐπιδεικτικοὺς λόγους·
第二に、歴史に必要な準備資料を収集すること自体が、誇示的弁論に関する著作活動の全体よりも大きな仕事である、と彼は言う。
§12.28b.3αὐτὸς γοῦν τηλικαύτην ὑπομεμενηκέναι δαπάνην καὶ κακοπάθειαν τοῦ συναγαγεῖν τὰ παρὰ Κυρνίων ὑπομνήματα καὶ πολυπραγμονῆσαι τὰ Λιγύων ἔθη καὶ Κελτῶν, ἅμα δὲ τούτοις Ἰβήρων, ὥστε μήτʼ ἂν αὐτὸς ἐλπίσαι μήτʼ ἂν ἑτέρους ἐξηγουμένους πιστευθῆναι περὶ τούτων.
実際、彼自身、キルノス人の記録を集め、リグリア人やケルト人、さらにはこれらとともにイベリア人の風習を調査するために、それほどの費用と辛酸に耐えたので、自分自身でさえ予期しえず、また他者がそれについて説明しても信じてもらえないほどである、と言う。
§12.28b.4ἡδέως δέ τις ἂν ἔροιτο τὸν συγγραφέα πότερον ὑπολαμβάνει μείζονος δεῖσθαι δαπάνης καὶ κακοπαθείας τὸ καθήμενον ἐν ἄστει συνάγειν ὑπομνήματα καὶ πολυπραγμονεῖν τὰ Λιγύων ἔθη καὶ Κελτῶν ἢ τὸ πειραθῆναι τῶν πλείστων ἐθνῶν καὶ τόπων αὐτόπτην γενέσθαι.
しかし、人はこの歴史家に次のように喜んで尋ねるだろう。 都市に座したままで記録を集め、リグリア人やケルト人の風習を調査することの方が、多くの民族や場所を実際に経験してその目撃者となることよりも、多くの費用と辛酸を必要とすると考えているのか、と。
§12.28b.5τί δʼ αὖ τὸ πυνθάνεσθαι τὰς παρατάξεις καὶ πολιορκίας, ἔτι δὲ ναυμαχίας, τῶν παρατετυχηκότων τοῖς κινδύνοις, ἢ τὸ πεῖραν λαβεῖν τῶν δεινῶν καὶ τῶν ἅμα τούτοις συμβαινόντων ἐπʼ αὐτῶν τῶν ἔργων;
さらにまた、戦闘や包囲戦、さらには海戦について、それらの危機にたまたま立ち会った人々に尋ねて回ることと、実際の現場で恐るべき事態やそれに伴い起こる事柄を直接体験することでは、どちらがそうであるというのか。
§12.28b.6ἐγὼ μὲν γὰρ οὐκ οἴομαι τηλικαύτην διαφορὰν ἔχειν τὰ κατʼ ἀλήθειαν οἰκοδομήματα τῶν ἐν ταῖς σκηνογραφίαις τόπων, οὐδὲ τὴν ἱστορίαν τῶν ἐπιδεικτικῶν λόγων, ἡλίκην ἐπὶ πασῶν τῶν συντάξεων τὴν ἐξ αὐτουργίας καὶ τὴν ἐξ αὐτοπαθείας ἀπόφασιν τῶν ἐξ ἀκοῆς καὶ διηγήματος γραφομένων·
というのも、私自身は、現実の建物が舞台背景の場所と異なり、また歴史が誇示的弁論と異なるのは、あらゆる記述において、実地体験や直接体験に基づく表明が、聞き伝えや語りから書かれたものと異なるのと、同じほどに大きな違いではないと考えるからである。
§12.28b.7ἧς εἰς τέλος ἄπειρος ὢν εἰκότως ὑπέλαβε τὸ πάντων ἐλάχιστον καὶ ῥᾷστον εἶναι μέγιστον καὶ χαλεπώτατον τοῖς πραγματευομένοις τὴν ἱστορίαν, λέγω δὲ τὸ συνάγειν ὑπομνήματα καὶ πυνθάνεσθαι παρὰ τῶν εἰδότων ἕκαστα τῶν πραγμάτων.
この体験に彼は完全に不慣れであったため、すべての中で最も些細で最も容易なことが、歴史を専門とする人々にとって最も偉大で最も困難なことであると見なしたのも、当然のことである。 私が言っているのは、記録を収集することや、それぞれの事柄を知っている人々に尋ねて回ることである。
§12.28b.8καίτοι γε περὶ τοῦτο τὸ μέρος ἀνάγκη μεγάλα διαψεύδεσθαι τοὺς ἀπείρους·
しかしながら、まさにこの部分に関して、経験のない人々が大きく誤ることは避けられない。
πῶς γὰρ οἷόν τε καλῶς ἀνακρῖναι περὶ παρατάξεως ἢ πολιορκίας ἢ ναυμαχίας;
なぜなら、戦闘や包囲戦や海戦について、どうして適切に質問することができようか。
πῶς δὲ συνεῖναι τῶν ἐξηγουμένων τὰ κατὰ μέρος ἀνεννόητον ὄντα τῶν προειρημένων;
また、前述の事柄について何の知識も持たない者が、説明する人々の語る詳細をどうして理解できようか。
§12.28b.9οὐ γὰρ ἔλαττον ὁ πυνθανόμενος τῶν ἀπαγγελλόντων συμβάλλεται πρὸς τὴν ἐξήγησιν·
というのも、質問する者もまた、報告する者たちに劣らず記述に貢献するからである。
ἡ γὰρ τῶν παρεπομένων τοῖς πράγμασιν ὑπόμνησις αὐτὴ χειραγωγεῖ τὸν ἐξηγούμενον ἐφʼ ἕκαστα τῶν συμβεβηκότων·
なぜなら、その出来事に付随する事柄を思い起こさせることが、それ自体で、説明する者を手引きして、起こった個々の事柄へと導くからである。
§12.28b.10ὑπὲρ ὧν ὁ μὲν ἄπειρος οὔτʼ ἀνακρῖναι τοὺς παραγεγονότας ἱκανός ἐστιν οὔτε συμπαρὼν γνῶναι τὸ γινόμενον, ἀλλὰ κἂν παρῇ, τρόπον τινὰ παρὼν οὐ πάρεστιν.
これらについて、経験のない者は、立ち会った人々から適切に聞き出すこともできず、またその場に居合わせて何が起こっているかを知ることもできない。 たとえ居合わせたとしても、ある意味で、そこにいながらにしていないも同然なのである。