§12.28b.1ζώντων ὑπέλαβε τοῦτο παρατηρήσειν.
他认为活着的人中没有人会注意到这一点。
οὐ μὴν ἀλλὰ βουλόμενος αὔξειν τὴν ἱστορίαν πρῶτον μὲν τηλικαύτην εἶναί φησι διαφορὰν τῆς ἱστορίας πρὸς τοὺς ἐπιδεικτικοὺς λόγους, ἡλίκην ἔχει τὰ κατʼ ἀλήθειαν ᾠκοδομημένα καὶ κατεσκευασμένα τῶν ἐν ταῖς σκηνογραφίαις φαινομένων τόπων καὶ διαθέσεων· §12.28b.2δεύτερον αὐτὸ τὸ συναθροῖσαί φησι τὴν παρασκευὴν τὴν πρὸς τὴν ἱστορίαν μεῖζον ἔργον εἶναι τῆς ὅλης πραγματείας τῆς περὶ τοὺς ἐπιδεικτικοὺς λόγους· §12.28b.3αὐτὸς γοῦν τηλικαύτην ὑπομεμενηκέναι δαπάνην καὶ κακοπάθειαν τοῦ συναγαγεῖν τὰ παρὰ Κυρνίων ὑπομνήματα καὶ πολυπραγμονῆσαι τὰ Λιγύων ἔθη καὶ Κελτῶν, ἅμα δὲ τούτοις Ἰβήρων, ὥστε μήτʼ ἂν αὐτὸς ἐλπίσαι μήτʼ ἂν ἑτέρους ἐξηγουμένους πιστευθῆναι περὶ τούτων.
然而,为了推崇历史,他首先声称,历史与夸示性修辞之间的差别,就如同实际建造和布置的建筑物,与舞台背景画中呈现的场所和布局之间的差别一样大;其次,他说仅仅搜集用于历史写作的准备资料,就是一项比关于夸示性修辞的全部著作活动更庞大的任务;至少他自己声称,为了搜集基尔诺斯人的记录,并调查利古里亚人、凯尔特人以及西班牙人的习俗,他承受了如此巨大的开销和辛劳,以至于他自己既无法预料,别人若加以说明也无法令人置信。
§12.28b.4ἡδέως δέ τις ἂν ἔροιτο τὸν συγγραφέα πότερον ὑπολαμβάνει μείζονος δεῖσθαι δαπάνης καὶ κακοπαθείας τὸ καθήμενον ἐν ἄστει συνάγειν ὑπομνήματα καὶ πολυπραγμονεῖν τὰ Λιγύων ἔθη καὶ Κελτῶν ἢ τὸ πειραθῆναι τῶν πλείστων ἐθνῶν καὶ τόπων αὐτόπτην γενέσθαι.
但人们会很乐意询问这位历史学家:他是否认为坐在城市里搜集记录并调查利古里亚人和凯尔特人的习俗,比尝试亲眼见证大多数民族和地方,需要更大的开销和辛劳?
§12.28b.5τί δʼ αὖ τὸ πυνθάνεσθαι τὰς παρατάξεις καὶ πολιορκίας, ἔτι δὲ ναυμαχίας, τῶν παρατετυχηκότων τοῖς κινδύνοις, ἢ τὸ πεῖραν λαβεῖν τῶν δεινῶν καὶ τῶν ἅμα τούτοις συμβαινόντων ἐπʼ αὐτῶν τῶν ἔργων;
此外,向那些碰巧身处险境的人询问交战、围城乃至海战的情况,与在实际的行动中亲身体验这些恐惧和随之发生的事件相比,哪一个更是如此呢?
§12.28b.6ἐγὼ μὲν γὰρ οὐκ οἴομαι τηλικαύτην διαφορὰν ἔχειν τὰ κατʼ ἀλήθειαν οἰκοδομήματα τῶν ἐν ταῖς σκηνογραφίαις τόπων, οὐδὲ τὴν ἱστορίαν τῶν ἐπιδεικτικῶν λόγων, ἡλίκην ἐπὶ πασῶν τῶν συντάξεων τὴν ἐξ αὐτουργίας καὶ τὴν ἐξ αὐτοπαθείας ἀπόφασιν τῶν ἐξ ἀκοῆς καὶ διηγήματος γραφομένων· §12.28b.7ἧς εἰς τέλος ἄπειρος ὢν εἰκότως ὑπέλαβε τὸ πάντων ἐλάχιστον καὶ ῥᾷστον εἶναι μέγιστον καὶ χαλεπώτατον τοῖς πραγματευομένοις τὴν ἱστορίαν, λέγω δὲ τὸ συνάγειν ὑπομνήματα καὶ πυνθάνεσθαι παρὰ τῶν εἰδότων ἕκαστα τῶν πραγμάτων.
在我看来,我不认为实际的建筑物与舞台背景画中的场所之别,或者历史与夸示性修辞之别,有如同在所有历史著作中,亲自实践和亲身经历的阐述与仅凭听闻和叙述所写成的内容之间的差别那样大;蒂迈欧对此完全没有经验,自然而然地认为,在所有事情中最微小、最容易的事情,对于从事历史撰写的人来说却是最伟大、最困难的——我指的是搜集记录以及向了解每项事件的人询问。
§12.28b.8καίτοι γε περὶ τοῦτο τὸ μέρος ἀνάγκη μεγάλα διαψεύδεσθαι τοὺς ἀπείρους· πῶς γὰρ οἷόν τε καλῶς ἀνακρῖναι περὶ παρατάξεως ἢ πολιορκίας ἢ ναυμαχίας;
然而,在这一部分,没有经验的人必然会犯下巨大的错误;因为怎么可能对交战、围城或海战进行妥善的询问呢?
πῶς δὲ συνεῖναι τῶν ἐξηγουμένων τὰ κατὰ μέρος ἀνεννόητον ὄντα τῶν προειρημένων;
而一个对前述事情毫无概念的人,又怎么能理解叙述者所说明的细节呢?
§12.28b.9οὐ γὰρ ἔλαττον ὁ πυνθανόμενος τῶν ἀπαγγελλόντων συμβάλλεται πρὸς τὴν ἐξήγησιν· ἡ γὰρ τῶν παρεπομένων τοῖς πράγμασιν ὑπόμνησις αὐτὴ χειραγωγεῖ τὸν ἐξηγούμενον ἐφʼ ἕκαστα τῶν συμβεβηκότων· §12.28b.10ὑπὲρ ὧν ὁ μὲν ἄπειρος οὔτʼ ἀνακρῖναι τοὺς παραγεγονότας ἱκανός ἐστιν οὔτε συμπαρὼν γνῶναι τὸ γινόμενον, ἀλλὰ κἂν παρῇ, τρόπον τινὰ παρὼν οὐ πάρεστιν.
因为提问者对于叙述的贡献并不亚于报告者;因为对伴随事件发生之细节的唤起,其本身就在引导叙述者回忆起发生的每项事件;对于这些事情,没有经验的人既无法妥善询问在场的人,也无法在现场理解所发生的事情,甚至即使他在场,在某种意义上说,虽在场却犹如不在场。