§12.16.1νεανίσκων δυεῖν περί τινος οἰκέτου διαφερομένων συνέβαινε παρὰ μὲν τὸν ἕτερον καὶ πλείω χρόνον γεγονέναι τὸν παῖδα, §12.16.2τὸν δʼ ἕτερον ἡμέραις δυσὶ πρότερον εἰς τὸν ἀγρὸν ἐλθόντα μὴ παρόντος τοῦ δεσπότου μετὰ βίας εἰς οἶκον ἀπηχέναι τὸν δοῦλον,
二人の若者が一人の召使をめぐって争っているとき、一方の男のところにはその少年がより長い時間留まっており、他方の男は二日前に畑へやって来て、主人が不在の間に力ずくでその奴隷を自分の家へと連れ去っていたという状況が生じた。
§12.16.3κἄπειτα τὸν ἕτερον αἰσθόμενον ἐλθεῖν ἐπὶ τὴν οἰκίαν, καὶ λαβόντʼ ἀπάγειν ἐπὶ τὴν ἀρχήν, καὶ φάναι δεῖν κύριον αὐτὸν εἶναι διδόντα τοὺς ἐγγυητάς·
そして、その後で一方の者がそれに気づいてその家へ行き、連れ戻して役所へと連行し、保証人を提出する者が判決までその奴隷を管理する権利を持つべきであると主張した。
§12.16.4κελεύειν γὰρ τὸν Ζαλεύκου νόμον τοῦτον δεῖν κρατεῖν τῶν ἀμφισβητουμένων ἕως τῆς κρίσεως παρʼ οὗ τὴν ἀγωγὴν συμβαίνει γίνεσθαι.
というのも、ザレウコスの法は、判決が下るまでは、奪取がそこから行われた者のところで争いの対象となっているものを管理すべきであると命じているからである、と彼は言った。
§12.16.5τοῦ δʼ ἑτέρου κατὰ τὸν αὐτὸν νόμον παρʼ αὑτοῦ φάσκοντος γεγονέναι τὴν ἀγωγήν — ἐκ γὰρ τῆς οἰκίας τῆς ἐκείνου τὸ σῶμα πρὸς τὴν ἀρχὴν ἥκειν ἀπαγόμενον — §12.16.6τοὺς προκαθημένους ἄρχοντας διαποροῦντας ὑπὲρ τοῦ πράγματος ἐπισπάσασθαι καὶ συμμεταδοῦναι τῷ κοσμοπόλιδι.
しかし、他方の者が、同じ法に従って、奪取は自分からなされたと主張したとき――というのは、その奴隷は彼の家から連行されて役所に至ったからである―― 裁判を司る役人たちは、この件に困惑し、コズモポリスを招き入れて彼に意見を求めた。
§12.16.7τὸν δὲ διαστείλασθαι τὸν νόμον, φήσαντα παρὰ τούτων τὴν ἀγωγὴν αἰεὶ γίνεσθαι, παρʼ οἷς ἂν ἔσχατον ἀδήριτον ᾖ χρόνον τινὰ γεγονὸς τὸ διαμφισβητούμενον·
すると彼(コズモポリス)はその法律を解釈して、奪取は常に、争いの対象となっているものが、最後に何ら異議なく一定期間存在していたその相手から行われるものとされると言った。
§12.16.8ἐὰν δέ τις ἀφελόμενος βίᾳ παρά τινος ἀπαγάγῃ πρὸς αὑτόν, κἄπειτα παρὰ τούτου τὴν ἀγωγὴν ὁ προϋπάρχων ποιῆται δεσπότης, οὐκ εἶναι ταύτην κυρίαν.
「しかし、もし誰かが力ずくで他者から奪い取って自分のところへ連れ去り、その後に元の主人が彼から連れ戻す場合、この後者の連れ戻しは有効ではない。
§12.16.9τοῦ δὲ νεανίσκου δεινοπαθοῦντος καὶ μὴ φάσκοντος εἶναι τοῦ νομοθέτου ταύτην τὴν προαίρεσιν, προκαλέσασθαί φασι τὸν κοσμόπολιν, εἴ τι βούλεται λέγειν ὑπὲρ τῆς γνώμης κατὰ τὸν Ζαλεύκου νόμον.
」その若者が憤慨し、立法者の意図はそのようなものではないと主張したため、コズモポリスは彼に、もし彼がその意図について何か言いたいことがあるなら、ザレウコスの法に従って議論しようと挑戦したという。
§12.16.10τοῦτο δʼ ἐστὶ καθισάντων τῶν χιλίων καὶ βρόχων κρεμασθέντων λέγειν ὑπὲρ τῆς τοῦ νομοθέτου γνώμης·
これは、千人の市民が着座し、首吊り縄が吊るされた状態で、立法者の意図について弁論することである。
§12.16.11ὁπότερος δʼ ἂν αὐτῶν φανῇ τὴν προαίρεσιν ἐπὶ τὸ χεῖρον ἐκδεχόμενος, τὸν τοιοῦτον διὰ τῆς ἀγχόνης ἀπόλλυσθαι βλεπόντων τῶν χιλίων.
彼らのうち、意図を誤って解釈したと判明した方が、千人が見守る中で首を吊られて死ぬことになるのである。
§12.16.12ταῦτα προτείναντος τοῦ κοσμοπόλιδος, τὸν νεανίσκον εἰπεῖν φασιν ἄνισον εἶναι τὴν συνθήκην·
コズモポリスがこれを提案したとき、その若者は、その合意は不平等であると言ったという。
τῷ μὲν γὰρ ἔτη δύʼ ἢ τρία καταλείπεσθαι τοῦ ζῆν· §12.16.13συνέβαινε γὰρ εἶναι τὸν κοσμόπολιν οὐ πολὺ λεῖπον τῶν ἐνενήκοντʼ ἐτῶν· αὑτῷ δὲ τοῦ βίου τὸ πλεῖον ἐκ τῶν εὐλόγων ἔτι μένειν.
というのも、彼(コズモポリス)には生きる年数が二、三年しか残されていないが、 ――事実、コズモポリスは九十歳に少し足りないだけの高齢であった――自分には、道理から言えば、人生の大部分がまだ残されているからである。
§12.16.14ὁ μὲν οὖν νεανίσκος οὕτως εὐτραπελευσάμενος ἐξέλυσε τὴν σπουδήν, οἱ δʼ ἄρχοντες ἔκριναν τὴν ἀγωγὴν κατὰ τὴν τοῦ κοσμοπόλιδος γνώμην.
そこで、その若者はこのように機知を働かせて緊迫した状況を和らげ、役人たちはコズモポリスの解釈に従ってその奪取について判決を下した。