Humanitext Reader

波利比奥斯 · 历史 §12.16.1-12.16.14

扎勒乌科斯法解释之争与科斯莫波利斯的裁决

第 756 段,共 1311 段 · 希腊语

内容简介

叙述了洛克里两个年轻人围绕扎勒乌科斯法律解释展开的争执,以及年迈的科斯莫波利斯如何以机智化解危机的事迹。

§12.16.1νεανίσκων δυεῖν περί τινος οἰκέτου διαφερομένων συνέβαινε παρὰ μὲν τὸν ἕτερον καὶ πλείω χρόνον γεγονέναι τὸν παῖδα, §12.16.2τὸν δʼ ἕτερον ἡμέραις δυσὶ πρότερον εἰς τὸν ἀγρὸν ἐλθόντα μὴ παρόντος τοῦ δεσπότου μετὰ βίας εἰς οἶκον ἀπηχέναι τὸν δοῦλον,
恰逢两个年轻人为了一名家仆发生争执,该少年在其中一人处待了较长时间,而另一人于两天前在主人不在场的情况下,来到田地里,强行将该奴隶带回了自己的家。
§12.16.3κἄπειτα τὸν ἕτερον αἰσθόμενον ἐλθεῖν ἐπὶ τὴν οἰκίαν, καὶ λαβόντʼ ἀπάγειν ἐπὶ τὴν ἀρχήν, καὶ φάναι δεῖν κύριον αὐτὸν εἶναι διδόντα τοὺς ἐγγυητάς· §12.16.4κελεύειν γὰρ τὸν Ζαλεύκου νόμον τοῦτον δεῖν κρατεῖν τῶν ἀμφισβητουμένων ἕως τῆς κρίσεως παρʼ οὗ τὴν ἀγωγὴν συμβαίνει γίνεσθαι.
随后,前一人察觉到此事,便来到那所房子,带走并押送该奴隶至官署,并声称只要提供保证人,自己就应当拥有对他的占有权;因为他说,扎勒乌科斯的法律规定,在判决之前,争议财产必须由被夺取之人保管。
§12.16.5τοῦ δʼ ἑτέρου κατὰ τὸν αὐτὸν νόμον παρʼ αὑτοῦ φάσκοντος γεγονέναι τὴν ἀγωγήν — ἐκ γὰρ τῆς οἰκίας τῆς ἐκείνου τὸ σῶμα πρὸς τὴν ἀρχὴν ἥκειν ἀπαγόμενον — §12.16.6τοὺς προκαθημένους ἄρχοντας διαποροῦντας ὑπὲρ τοῦ πράγματος ἐπισπάσασθαι καὶ συμμεταδοῦναι τῷ κοσμοπόλιδι.
但当另一人根据同一法律,声称夺取是从他自己那里发生时——因为该奴隶是从他的房子里被带走并送达官署的—— 主持审判的官员们对此事感到困惑,便召来科斯莫波利斯并向其咨询。
§12.16.7τὸν δὲ διαστείλασθαι τὸν νόμον, φήσαντα παρὰ τούτων τὴν ἀγωγὴν αἰεὶ γίνεσθαι, παρʼ οἷς ἂν ἔσχατον ἀδήριτον ᾖ χρόνον τινὰ γεγονὸς τὸ διαμφισβητούμενον· §12.16.8ἐὰν δέ τις ἀφελόμενος βίᾳ παρά τινος ἀπαγάγῃ πρὸς αὑτόν, κἄπειτα παρὰ τούτου τὴν ἀγωγὴν ὁ προϋπάρχων ποιῆται δεσπότης, οὐκ εἶναι ταύτην κυρίαν.
于是,他解释了法律,说夺取总是被视为从那些在最后阶段、在毫无争议的情况下拥有一段时间争议财产的人那里发生的;但如果有人强行从他人处夺走并带到自己那里,随后原主人又从他那里夺回,那么这后一次夺回在法律上是不算作夺取的。
§12.16.9τοῦ δὲ νεανίσκου δεινοπαθοῦντος καὶ μὴ φάσκοντος εἶναι τοῦ νομοθέτου ταύτην τὴν προαίρεσιν, προκαλέσασθαί φασι τὸν κοσμόπολιν, εἴ τι βούλεται λέγειν ὑπὲρ τῆς γνώμης κατὰ τὸν Ζαλεύκου νόμον.
当那个年轻人感到愤怒,并声称这不是立法者本意时,据说科斯莫波利斯向他挑战,如果他想针对法律的意图说些什么,就应当按照扎勒乌科斯的法律来辩论。
§12.16.10τοῦτο δʼ ἐστὶ καθισάντων τῶν χιλίων καὶ βρόχων κρεμασθέντων λέγειν ὑπὲρ τῆς τοῦ νομοθέτου γνώμης· §12.16.11ὁπότερος δʼ ἂν αὐτῶν φανῇ τὴν προαίρεσιν ἐπὶ τὸ χεῖρον ἐκδεχόμενος, τὸν τοιοῦτον διὰ τῆς ἀγχόνης ἀπόλλυσθαι βλεπόντων τῶν χιλίων.
这种辩论是指在千人公民大会坐定、套索悬挂的情况下,为立法者的意图进行辩护;他们两人中,无论谁被发现对立法意图作出了更差的解释,该人就要在千人瞩目之下被绞刑处死。
§12.16.12ταῦτα προτείναντος τοῦ κοσμοπόλιδος, τὸν νεανίσκον εἰπεῖν φασιν ἄνισον εἶναι τὴν συνθήκην· τῷ μὲν γὰρ ἔτη δύʼ ἢ τρία καταλείπεσθαι τοῦ ζῆν· §12.16.13συνέβαινε γὰρ εἶναι τὸν κοσμόπολιν οὐ πολὺ λεῖπον τῶν ἐνενήκοντʼ ἐτῶν· αὑτῷ δὲ τοῦ βίου τὸ πλεῖον ἐκ τῶν εὐλόγων ἔτι μένειν.
当科斯莫波利斯提出这一建议时,据说那个年轻人说这一约定是不平等的;因为对前者来说,生命只剩下两三年了—— 因为科斯莫波利斯当时已是接近九十岁的高龄——而对自己来说,按常理生命的大部分还在后头。
§12.16.14ὁ μὲν οὖν νεανίσκος οὕτως εὐτραπελευσάμενος ἐξέλυσε τὴν σπουδήν, οἱ δʼ ἄρχοντες ἔκριναν τὴν ἀγωγὴν κατὰ τὴν τοῦ κοσμοπόλιδος γνώμην.
于是,那个年轻人通过这种机智的幽默化解了严肃紧张的气氛,而官员们也根据科斯莫波利斯的意见对这起夺取案作出了判决。

词汇与语法注释

  1. 12.16.4τὴν ἀγωγὴν — 此处的 ἀγωγή 指的是对人(此为奴隶)身体上的“带走”或“夺取”,而非提起诉讼。扎勒乌科斯法律规定,判决前的临时占有权归属于被夺取之前的原持有者,对这一法律条款的解释正是争论的核心所在。
  2. 12.16.7ἀδήριτον — 意为“毫无争议”的形容词。科斯莫波利斯对法律进行了澄清和解释(διαστείλασθαι),指出作为认定临时占有权的基准,不应仅仅是“强行夺取发生前的所在地”,而应当是“最后和平且毫无争议地被占有的所在地”。
  3. 12.16.10βρόχων κρεμασθέντων — 属格独立结构。描述了扎勒乌科斯法律中一项残酷的惯行,即在法律修改或解释的辩论中失败的人会被当场绞死。

引用这一段

波利比奥斯, 历史 §12.16.1-12.16.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.16.1-12.16.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。