§12.17.1ἵνα δὲ μὴ δόξωμεν τῶν τηλικούτων ἀνδρῶν καταξιοπιστεῖσθαι, μνησθησόμεθα μιᾶς παρατάξεως, ἣν ἅμα μὲν οἵαν ἐπιφανεστάτην εἶναι συμβέβηκεν, ἅμα δὲ τοῖς καιροῖς οὐ μακρὰν ἀπηρτῆσθαι, τὸ δὲ μέγιστον, παρατετευχέναι τὸν Καλλισθένη.
私たちがこれほど偉大な人々によって信用を圧倒されていると見られないように、私たちは一つの会戦について言及することにしよう。 それは、きわめて有名であると同時に、時代的にも遠く隔たっておらず、そして最も重要なことには、カリステネスが記述に携わっているものである。
§12.17.2λέγω δὲ περὶ τῆς ἐν Κιλικίᾳ γενομένης Ἀλεξάνδρῳ πρὸς Δαρεῖον, ἐν ᾗ φησὶ μὲν Ἀλέξανδρον ἤδη διαπεπορεῦσθαι τὰ στενὰ καὶ τὰς λεγομένας ἐν τῇ Κιλικίᾳ Πύλας, Δαρεῖον δὲ χρησάμενον τῇ διὰ τῶν Ἀμανίδων λεγομένων Πυλῶν πορείᾳ κατᾶραι μετὰ τῆς δυνάμεως εἰς Κιλικίαν·
私が言っているのは、キリキアにおいてアレクサンドロスとダレイオスの間で起こった戦いのことである。 彼が言うには、アレクサンドロスはすでに隘路とキリキアのいわゆる「門」を通過していたが、ダレイオスはいわゆるアマノス門を通る経路を利用して、軍勢とともにキリキアに下ってきた。
§12.17.3πυθόμενον δὲ παρὰ τῶν ἐγχωρίων προάγειν τὸν Ἀλέξανδρον ὡς ἐπὶ Συρίαν, ἀκολουθεῖν, καὶ συνεγγίσαντα τοῖς στενοῖς στρατοπεδεῦσαι παρὰ τὸν Πίναρον ποταμόν.
そして現地の人々から、アレクサンドロスがシリアの方へと進軍していると知ると、追跡し、隘路に近づいてピナロス川の傍らに陣を敷いたという。
§12.17.4εἶναι δὲ τοῦ μὲν τόπου τὸ διάστημʼ οὐ πλείω τῶν τεττάρων καὶ δέκα σταδίων ἀπὸ θαλάττης ἕως πρὸς τὴν παρώρειαν·
また、その場所の幅は、海から山麓にいたるまで、14スタディオンを超えないものであるという。
§12.17.5διὰ δὲ τούτου φέρεσθαι τὸν προειρημένον ποταμὸν ἐπικάρσιον, ἀπὸ μὲν τῶν ὀρῶν εὐθέως ἐκρήγματα τῶν πλευρῶν, διὰ δὲ τῶν ἐπιπέδων ἕως εἰς θάλατταν ἀποτόμους ἔχοντα καὶ δυσβάτους λόφους.
そして、この場所を貫いて前述の川が横方向に流れており、山から流れるところではすぐにその両岸に裂け目を有し、平地を貫いて海に至るまでは切り立った登りにくい丘を有しているという。
§12.17.6ταῦτα δʼ ὑποθέμενος, ἐπεὶ συνεγγίζοιεν οἱ περὶ τὸν Ἀλέξανδρον ἐξ ὑποστροφῆς ἐπʼ αὐτοὺς ἀναχωροῦντες, κρῖναί φησι Δαρεῖον καὶ τοὺς ἡγεμόνας τὴν μὲν φάλαγγα τάξαι πᾶσαν ἐν αὐτῇ τῇ στρατοπεδείᾳ, καθάπερ ἐξ ἀρχῆς εἶχε, χρήσασθαι δὲ τῷ ποταμῷ προβλήματι διὰ τὸ παρʼ αὐτὴν ῥεῖν τὴν στρατοπεδείαν.
これらを前提として仮定した上で、アレクサンドロスの一行が反転して彼らに向かって引き返し近づいてきたとき、ダレイオスとその将軍たちは、ファランクス全体を最初からそうであったように陣地そのものの中に配置し、川がその陣地のすぐ傍らを流れているという理由で、川を防壁として利用することを決めた、と彼は言う。
§12.17.7μετὰ δὲ ταῦτά φησι τοὺς μὲν ἱππεῖς τάξαι παρὰ θάλατταν, τοὺς δὲ μισθοφόρους ἑξῆς τούτοις παρʼ αὐτὸν τὸν ποταμόν, ἐχομένους τούτων τοὺς πελταστὰς συνάπτοντας τοῖς ὄρεσι.
この後、彼が言うには、彼らは騎兵を海の傍らに配置し、傭兵たちをこれに続いて川そのものの傍らに、これらに隣接して軽装歩兵を山に接するように配置した。