§12.12.1καθάπερ γὰρ ἐπὶ τῶν κανόνων, κἂν ἐλάττων ᾖ τῷ μήκει κἂν τῷ πλάτει ταπεινότερος, μετέχῃ δὲ τῆς τοῦ κανόνος ἰδιότητος, κανόνα φησὶ δεῖν προσαγορεύειν ὅμως, ὅταν δὲ τῆς εὐθείας καὶ τῆς πρὸς ταύτην οἰκειότητος ἐκπέσῃ, πάντα μᾶλλον δεῖν ἢ κανόνα καλεῖν,
というのも、定規の場合と同様に、たとえ長さにおいて短かろうと、幅において低かろうと、定規の特性を共有しているならば、それでもやはり定規と呼ぶべきだと彼は言うが、真っ直ぐさやそれに対する親和性から外れてしまったなら、定規と呼ぶこと以外なら何と呼んでもよいと言うからである。
§12.12.2τὸν αὐτὸν τρόπον καὶ τῶν συγγραμμάτων ὅσα μὲν ἂν ἢ κατὰ τὴν λέξιν ἢ κατὰ τὸν χειρισμὸν ἢ κατʼ ἄλλο τι διαμαρτάνηται τῶν ἰδίων μερῶν, ἀντέχηται δὲ τῆς ἀληθείας, προσίεσθαί φησι τὸ τῆς ἱστορίας ὄνομα τὰς βύβλους, ὅταν δὲ ταύτης παραπέσῃ, μηκέτι καλεῖσθαι δεῖν ἱστορίαν.
それと全く同じように、著作に関しても、文体や叙述の扱い、あるいはその他の個別的な部分において誤りがあるにせよ、真実を固守しているならば、それらの書物は歴史の名を受け入れるに値すると彼は言うが、これ(真実)から逸脱してしまったならば、もはや歴史と呼ばれるべきではないと言う。
§12.12.3ἐγὼ δὲ διότι μὲν ἡγεῖσθαι δεῖ τῶν τοιούτων συγγραμμάτων τὴν ἀλήθειαν ὁμολογῶ, καὶ κατὰ τὴν πραγματείαν αὐτός που κέχρημαι λέγων οὕτως, ὅτι, καθάπερ ἐμψύχου σώματος τῶν ὄψεων ἐξαιρεθεισῶν ἀχρειοῦται τὸ ὅλον, οὕτως ἐξ ἱστορίας ἐὰν ἄρῃς τὴν ἀλήθειαν, τὸ καταλειπόμενον αὐτῆς ἀνωφελὲς γίνεται διήγημα.
一方で私自身は、そのような著作においては真実が主導的でなければならないことは認めるし、私自身の著作のどこかでこのように言って用いたこともある。 すなわち、生きている身体から両眼が取り去られると全体が使い物にならなくなるように、歴史から真実を取り去ってしまえば、そこに残されたものは役に立たない物語になってしまう、と。
—
δύο μέντοι τρόπους ἔφαμεν εἶναι ψεύδους,
しかしながら、私たちは嘘には二つの種類があると述べておいた。
§12.12.4ἕνα μὲν τὸν κατʼ ἄγνοιαν, ἕτερον δὲ τὸν κατὰ προαίρεσιν,
一つは無知によるもの、もう一つは意図によるものである。
§12.12.5καὶ τούτων δεῖν τοῖς μὲν κατʼ ἄγνοιαν παραπαίουσι τῆς ἀληθείας διδόναι συγγνώμην, τοῖς δὲ κατὰ προαίρεσιν ἀκαταλλάκτως ἔχειν.
そして、これらのうち、無知によって真実から逸脱する者たちに対しては寛容であるべきだが、意図的にそれを行う者たちに対しては和解不可能である(断固として容赦しない)べきである。
—
τούτων δʼ ἡμῖν ὁμολογουμένων, §12.12.6αὐτοῦ τούτου τοῦ ψεύδους μεγάλην ὑπολαμβάνω διαφορὰν εἶναι τοῦ κατʼ ἄγνοιαν γινομένου καὶ τοῦ κατὰ προαίρεσιν, καὶ τὸ μὲν ἐπιδέχεσθαι συγγνώμην καὶ διόρθωσιν εὐμενικήν, τὸ δʼ ἀπαραιτήτου δικαίως ἂν τυγχάνειν κατηγορίας·
これらのことが私たちによって合意されるならば、私はこの嘘そのものについて、無知によって生じるものと、意図によるものとの間には大きな違いがあると判断している。 すなわち、前者は寛容な許しと好意的な是正を受け入れる余地があるが、後者は当然ながら容赦のない非難を受けるべきであるということである。
§12.12.7ᾧ γένει μάλιστʼ ἂν εὕροι τις ἔνοχον αὐτὸν ὄντα τὸν Τίμαιον·
この後者の種類にこそ、まさにあのティマイオス自身が何よりも該当していると人は気づくであろう。
διότι δʼ ἐστὶ τοιοῦτος σκοπεῖν ἤδη πάρεστιν. —
そして、なぜ彼がそのような人物であるのかは、今や見届けることができる。