§12.12.1καθάπερ γὰρ ἐπὶ τῶν κανόνων, κἂν ἐλάττων ᾖ τῷ μήκει κἂν τῷ πλάτει ταπεινότερος, μετέχῃ δὲ τῆς τοῦ κανόνος ἰδιότητος, κανόνα φησὶ δεῖν προσαγορεύειν ὅμως, ὅταν δὲ τῆς εὐθείας καὶ τῆς πρὸς ταύτην οἰκειότητος ἐκπέσῃ, πάντα μᾶλλον δεῖν ἢ κανόνα καλεῖν,
因为正如对于直尺而言,即使在长度上较短、在宽度上较窄,但只要具有直尺的特性,他声称仍应当称之为直尺,然而一旦偏离了直线性以及与此相关的性质,就应当称之为什么都好,就是不能称为直尺。
§12.12.2τὸν αὐτὸν τρόπον καὶ τῶν συγγραμμάτων ὅσα μὲν ἂν ἢ κατὰ τὴν λέξιν ἢ κατὰ τὸν χειρισμὸν ἢ κατʼ ἄλλο τι διαμαρτάνηται τῶν ἰδίων μερῶν, ἀντέχηται δὲ τῆς ἀληθείας, προσίεσθαί φησι τὸ τῆς ἱστορίας ὄνομα τὰς βύβλους, ὅταν δὲ ταύτης παραπέσῃ, μηκέτι καλεῖσθαι δεῖν ἱστορίαν.
同样地,对于著作而言,凡是在文辞、处理手法或其他某些具体部分有所错误,但仍坚守真实的话,他声称这些书卷可以接受历史之名,然而一旦偏离了这一真实,就绝不应再被称为历史。
§12.12.3ἐγὼ δὲ διότι μὲν ἡγεῖσθαι δεῖ τῶν τοιούτων συγγραμμάτων τὴν ἀλήθειαν ὁμολογῶ, καὶ κατὰ τὴν πραγματείαν αὐτός που κέχρημαι λέγων οὕτως, ὅτι, καθάπερ ἐμψύχου σώματος τῶν ὄψεων ἐξαιρεθεισῶν ἀχρειοῦται τὸ ὅλον, οὕτως ἐξ ἱστορίας ἐὰν ἄρῃς τὴν ἀλήθειαν, τὸ καταλειπόμενον αὐτῆς ἀνωφελὲς γίνεται διήγημα.
而我赞同,在这样的著作中应当以真实为主导,并且在我的这本著作中,我自己在某处也曾说过这样的话:正如活的躯体一旦被夺去双眼,整体便变得毫无用处,同样,如果从历史中抽离了真实,其剩下留存的部分就变成了无益的叙事。
—
δύο μέντοι τρόπους ἔφαμεν εἶναι ψεύδους, §12.12.4ἕνα μὲν τὸν κατʼ ἄγνοιαν, ἕτερον δὲ τὸν κατὰ προαίρεσιν, §12.12.5καὶ τούτων δεῖν τοῖς μὲν κατʼ ἄγνοιαν παραπαίουσι τῆς ἀληθείας διδόναι συγγνώμην, τοῖς δὲ κατὰ προαίρεσιν ἀκαταλλάκτως ἔχειν.
然而,我们曾说虚假有两种方式,一种是由于无知,另一种是出于蓄意,在这些之中,对于由于无知而偏离真实的人应当给予宽恕,但对于蓄意如此的人则应毫不宽容。
—
τούτων δʼ ἡμῖν ὁμολογουμένων, §12.12.6αὐτοῦ τούτου τοῦ ψεύδους μεγάλην ὑπολαμβάνω διαφορὰν εἶναι τοῦ κατʼ ἄγνοιαν γινομένου καὶ τοῦ κατὰ προαίρεσιν, καὶ τὸ μὲν ἐπιδέχεσθαι συγγνώμην καὶ διόρθωσιν εὐμενικήν, τὸ δʼ ἀπαραιτήτου δικαίως ἂν τυγχάνειν κατηγορίας· §12.12.7ᾧ γένει μάλιστʼ ἂν εὕροι τις ἔνοχον αὐτὸν ὄντα τὸν Τίμαιον· διότι δʼ ἐστὶ τοιοῦτος σκοπεῖν ἤδη πάρεστιν. —
既然这些已为我们所公认,我认为,就这虚假本身而言,由于无知而产生的虚假与蓄意而为的虚假之间有着极大的区别,前者容许宽恕和善意的纠正,而后者则理所当然应受到无情的指责;人们将会发现,蒂迈欧本人正是最易受到这后一种虚假指控的人;至于他为何是这样的人,现在即可予以察看。