§11.8.1ὅτι τριῶν ὄντων τρόπων, καθʼ οὓς ἐφίενται πάντες στρατηγίας οἱ κατὰ λόγον αὐτῇ προσιόντες, πρώτου. μὲν διὰ τῶν ὑπομνημάτων καὶ τῆς ἐκ τούτων κατασκευῆς, §11.8.2ἑτέρου δὲ τοῦ μεθοδικοῦ καὶ τῆς παρὰ τῶν ἐμπείρων ἀνδρῶν παραδόσεως, τρίτου δὲ τοῦ διὰ τῆς ἐπʼ αὐτῶν τῶν πραγμάτων ἕξεως καὶ τριβῆς, §11.8.3πάντων ἦσαν τούτων ἀνεννόητοι οἱ τῶν Ἀχαιῶν στρατηγοὶ ἁπλῶς.
将軍職に理にかなった仕方で取り組むすべての者が、それを追求するにあたって従う三つの方法があるが、その第一は歴史記録およびそれから得られる理論的準備によるものであり、第二は系統的な方法と経験豊かな人々からの教えによるものであり、第三は実際の事柄そのものにおける実地経験と訓練によるものであるが、アカイア人の将軍たちはこれらすべてについてまったく無知であった、ということ。
— §11.8.4τοῖς γὰρ πλείστοις ὑπεγεγόνει τις ζῆλος οὐκ εὐτυχὴς ἐκ τῆς τῶν ἄλλων ἀλαζονείας καὶ τῆς ἀκαιρίας·
―― なぜなら、彼らの大半には、他者の虚飾と不適切な振る舞いから生じた、好ましくない一種の競争心が芽生えていたからである。
§11.8.5ἐσπούδαζον γὰρ τὰς ἀκολουθίας καὶ τὰς ἐσθῆτας διαφερόντως, καί τις ἦν περὶ τοὺς πλείστους καλλωπισμός, ὑπερέχων τὴν ἐκ τοῦ βίου χορηγίαν.
彼らは従者や衣服に並々ならぬ熱意を注ぎ、大半の者の身だしなみは各自の生活資力を超えるほどであった。
ὅπλων δʼ οὐδὲ τὸν ἐλάχιστον ἐποιοῦντο λόγον.
しかし、武器については微塵も顧みなかった。
§11.8.6— §11.8.7οἱ γὰρ πολλοὶ τὰ μὲν ἔργα τῶν εὐτυχούντων οὐδὲ πειρῶνται μιμεῖσθαι, τὰ δὲ πάρεργα ζηλοῦντες μετὰ βλάβης ἐκθεατρίζουσι τὴν ἑαυτῶν ἀκρισίαν.
―― なぜなら、多くの者は成功している者たちの真の業績を模倣しようとさえせず、付随的な事柄を害を被りつつ模倣することによって、自らの無分別を世間にさらけ出すからである。
—
――