Humanitext Reader

波利比奥斯 · 历史 §11.8.1-11.8.7

批评亚该亚将领荒废军备与追求虚荣

第 704 段,共 1311 段 · 希腊语

内容简介

批评亚该亚将领对学习军事技能的三种途径(历史著作、口头传授、实地训练)一无所知,反而忽视武器装备,一味追求随从和服饰等虚荣。

§11.8.1ὅτι τριῶν ὄντων τρόπων, καθʼ οὓς ἐφίενται πάντες στρατηγίας οἱ κατὰ λόγον αὐτῇ προσιόντες, πρώτου. μὲν διὰ τῶν ὑπομνημάτων καὶ τῆς ἐκ τούτων κατασκευῆς, §11.8.2ἑτέρου δὲ τοῦ μεθοδικοῦ καὶ τῆς παρὰ τῶν ἐμπείρων ἀνδρῶν παραδόσεως, τρίτου δὲ τοῦ διὰ τῆς ἐπʼ αὐτῶν τῶν πραγμάτων ἕξεως καὶ τριβῆς, §11.8.3πάντων ἦσαν τούτων ἀνεννόητοι οἱ τῶν Ἀχαιῶν στρατηγοὶ ἁπλῶς.
凡是以理性对待将帅之职并追求它的人,都有三种途径:其第一是通过军事回忆录以及由此获得的理论准备,其第二是通过系统的方法和经验丰富之人的传授,其第三是通过在实际事务本身中的习惯与磨练,而亚该亚人的将领们对这一切简直一无所知。
§11.8.4τοῖς γὰρ πλείστοις ὑπεγεγόνει τις ζῆλος οὐκ εὐτυχὴς ἐκ τῆς τῶν ἄλλων ἀλαζονείας καὶ τῆς ἀκαιρίας· §11.8.5ἐσπούδαζον γὰρ τὰς ἀκολουθίας καὶ τὰς ἐσθῆτας διαφερόντως, καί τις ἦν περὶ τοὺς πλείστους καλλωπισμός, ὑπερέχων τὴν ἐκ τοῦ βίου χορηγίαν.
—— 因为在他们大多数人中,由于他人的虚荣和不合时宜,产生了一种不幸的攀比之心;他们对随从和服饰投入了极大的热情,而且大多数人身上有一种超出其生活资力的打扮。
ὅπλων δʼ οὐδὲ τὸν ἐλάχιστον ἐποιοῦντο λόγον.
然而对于武器,他们却连最微小的关注都不给予。
§11.8.6§11.8.7οἱ γὰρ πολλοὶ τὰ μὲν ἔργα τῶν εὐτυχούντων οὐδὲ πειρῶνται μιμεῖσθαι, τὰ δὲ πάρεργα ζηλοῦντες μετὰ βλάβης ἐκθεατρίζουσι τὴν ἑαυτῶν ἀκρισίαν.
—— 因为大多数人甚至不企图模仿成功者的真正功绩,却去效仿那些附带的细枝末节,从而在受害的同时,向世人暴露了他们自己的缺乏判断力。
——

词汇与语法注释

  1. 11.8.1τριῶν ὄντων τρόπων — 独立属格结构(genitive absolute),用于提出前提条件,在语法上不直接与主句的主语建立联系。
  2. 11.8.1οἱ κατὰ λόγον αὐτῇ προσιόντες — αὐτῇ 是阴性单数与格代词,指代前文的名词 στρατηγίας,作为分词 προσιόντες 的补足语。
  3. 11.8.3πάντων ἦσαν τούτων ἀνεννόητοι — 形容词 ἀνεννόητοι(无知的)支配表示缺乏的属格,此处即为指示代词的属格复数形式 πάντων τούτων。
  4. 11.8.4ὑπεγεγόνει — 动词 ὑπογίγνομαι(暗中产生)的过去完成时直说语气主动形式单数第三人称,与单数主语 ζῆλος 一致,表示在过去已经形成的状态。
  5. 11.8.7τὰ δὲ πάρεργα ζηλοῦντες — 在表示对比的 μέν... δέ... 句式中,真正的功绩(τὰ μὲν ἔργα)与附带的细枝末节(τὰ δὲ πάρεργα)形成对比,分词 ζηλοῦντες 表示手段或伴随状况。

引用这一段

波利比奥斯, 历史 §11.8.1-11.8.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.8.1-11.8.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。