Humanitext Reader

ポリュビオス · 歴史 §11.9.1-11.9.9

フィロポイメンの軍備重視の演説と軍紀の刷新

705 / 1311 箇所 · ギリシア語

要旨

フィロポイメンは衣服の虚飾を廃して武具の手入れに情熱を注ぐよう説き、聴衆はこれに深く感化されて奢侈な者を非難し、武具の改善に努めるようになる。

§11.9.1μεγάλα μὲν γὰρ ἔφη τὴν λαμπρότητα συμβάλλεσθαι πρὸς ἔκπληξιν τῶν ὑπεναντίων, πολλὰ δὲ συνεργεῖν τὴν ἐκ τῆς ἐπισκευῆς ἁρμογὴν τῶν ὅπλων εἰς τὴν χρείαν.
なぜなら彼は、輝かしさは敵の肝を潰すことに大きく貢献し、また、手入れによる武具の適合は実用に大いに寄与すると言ったからである。
§11.9.2γίνεσθαι δʼ ἂν μάλιστα τὸ δέον, εἰ τὴν μὲν ἐπιμέλειαν, ἣν νῦν ποιοῦνται περὶ τὸν ἱματισμόν, ταύτην ποιήσαιντο περὶ τῶν ὅπλων, τὴν δὲ πρότερον ὀλιγωρίαν περὶ τῶν ὅπλων παρʼ αὐτοῖς ὑπάρχουσαν, ταύτην μετενέγκαιεν ἐπὶ τὰς ἐσθῆτας·
そして、現在衣類に関して払っている配慮を武器に対して払うようにし、かつて自分たちの間に存在していた武器に対する怠慢を衣類へと移すならば、なされるべきことが最もよく行われるだろう、と。
§11.9.3οὕτως γὰρ ἅμα τούς τε κατʼ ἰδίαν βίους ὠφελήσεσθαι καὶ τὰ κοινὰ πράγμαθʼ ὁμολογουμένως αὐτοὺς δυνήσεσθαι σῴζειν.
なぜなら、そうすれば同時に各自の私生活も改善され、公共の事柄を彼らが救うことができるのは異論のないところとなるだろうからである。
§11.9.4διόπερ ἔφη δεῖν τὸν εἰς ἐξοπλισίαν ἢ στρατείαν ἐκπορευόμενον, ὅτε μὲν τὰς κνημῖδας περιτίθεται, σκοπεῖν ὅπως ἀραρυῖαί τε καὶ στίλβουσαι τῶν ὑποδεσμῶν καὶ κρηπίδων ὑπάρχωσιν αὗται μᾶλλον, §11.9.5ὅταν δὲ τὴν ἀσπίδα καὶ τὸν θώρακα καὶ τὸ κράνος διαλαμβάνῃ, περιβλέπειν ἵνα τῆς χλαμύδος καὶ τοῦ χιτῶνος καθαρειότερα ταῦθʼ ὑπάρχῃ καὶ πολυτελέστερα·
それゆえ彼は、武装点検や遠征に出発する者は、脛当てを身につけるときには、これらが靴紐や靴よりもぴったりと合い、かつ輝いているように注意すべきであり、盾や胸当てや兜を手に取るときには、これらがマントやチュニックよりも清潔で豪華であるように見回して確かめるべきであると言った。
§11.9.6παρʼ οἷς γὰρ τὰ πρὸς ἐπιφάνειαν αἱρετώτερά [ἐστι] τῶν πρὸς τὴν χρείαν, παρὰ τούτοις αὐτόθεν εὐθέως προφανὲς εἶναι τὸ συμβησόμενον ἐν τοῖς κινδύνοις.
なぜなら、実用のためのものよりも見かけのためのものが好まれる人々においては、危険の中で何が起こるかは、その場ですぐに明白であるからだ。
§11.9.7καθόλου δʼ ἠξίου διαλαμβάνειν ὡς ὁ μὲν ἐν τοῖς ἱματίοις καλλωπισμὸς γυναικός ἐστι, καὶ ταύτης οὐ λίαν σώφρονος, ἡ δʼ ἐν τοῖς ὅπλοις πολυτέλεια καὶ σεμνότης ἀνδρῶν ἀγαθῶν, προαιρουμένων ἑαυτοὺς καὶ τὰς πατρίδας ἐνδόξως σῴζειν.
総じて、彼は衣服における虚飾は女のものであり、それもあまり貞淑ではない女のものであるのに対し、武器における豪華さと厳かさは、自身と祖国を名誉ある形で救うことを志す優れた男たちのものであると考えるよう求めた。
§11.9.8πάντες δʼ οἱ παρόντες οὕτως ἀπεδέξαντο τὰ ῥηθέντα καὶ τὸν νοῦν τῆς παρακλήσεως ἐθαύμασαν, ὡς καὶ παραχρῆμα μὲν ἐκπορευόμενοι τὸ βουλευτήριον εὐθέως ἐνεδείκνυντο τοὺς κεκαλλωπισμένους καὶ διακλίνειν ἐνίους ἠνάγκαζον τῆς ἀγορᾶς, §11.9.9ἔτι δὲ μᾶλλον ἐν ταῖς ἐξοπλισίαις καὶ στρατείαις παρετήρουν σφᾶς αὐτοὺς ἐν τοῖς προειρημένοις.
居合わせた者たちはみな、語られたことをこのように歓迎し、その勧告の趣旨に感嘆したので、議事堂を出て行くその場ですぐに、着飾った者たちを指さし、一部の者を広場から退去させるほどであり、さらにそれ以上に、武装点検や遠征において、前述の事柄について自らを厳しく律した。

語釈・文法注

  1. §11.9.1μεγάλα — μεγάλα と πολλά は、それぞれ動詞 συμβάλλεσθαι と συνεργεῖν にかかる副詞的対格(内的な目的語)であり、「大いに(貢献する/役立つ)」という意味を表す。
  2. §11.9.2γίνεσθαι δʼ ἂν — 間接話法における混合条件文の帰結節。直接話法における希求法+ἄν(γίνοιτο ἂν τὸ δέον)が、伝達動詞 ἔφη の支配を受けて ἂν +不定詞(γίνεσθαι ἂν)に変化したもの。条件節の εἰ ... ποιήσαιντο ... μετενέγκαιεν は希求法のまま保たれている。
  3. §11.9.2ταύτην — 関係節によって修飾され前置された名詞句(τὴν μὲν ἐπιμέλειαν および τὴν δὲ ... ὀλιγωρίαν)を、主動詞(ποιήσαιντο, μετενέγκαιεν)の直接目的語として再受容し、強調するために用いられている指示代名詞の冗長な用法。
  4. §11.9.4τῶν ὑποδεσμῶν καὶ κρηπίδων — 比較級を補う副詞 μᾶλλον(「これら(脛当て)が〜よりも」)に伴って用いられている比較の属格。
  5. §11.9.8οὕτως ... ὡς — 相関関係を表す副詞 οὕτως(そのように、非常に)と結果節を導く接続詞 ὡς の組み合わせで、後ろに直説法過去(ἐνεδείκνυντο, ἠνάγκαζον)を伴い、実際に生じた結果(「〜するほどであった」)を表している。

この箇所を引用する

ポリュビオス, 歴史 §11.9.1-11.9.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.9.1-11.9.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。