§11.25.1ὅτι στάσεως γενομένης τινῶν ἐν τῷ στρατοπέδῳ τῷ Ῥωμαϊκῷ, ὁ Πόπλιος, καίπερ ἤδη πεῖραν εἰληφὼς τῶν πραγμάτων ἐφʼ ἱκανόν, ὅμως οὐδέποτε μᾶλλον εἰς ἀπορίαν ἧκε καὶ δυσχρηστίαν.
ὅτι ローマ軍の陣営内で、ある人々による反乱が起きたとき、プブリウスはすでに情勢について十分な経験を積んでいたにもかかわらず、それでもなお、かつてないほど困惑と窮地に陥ったとのことである。
καὶ τοῦτʼ ἔπασχε κατὰ λόγον·
そして、彼がこのようになったのはもっともなことであった。
§11.25.2καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων τὰς μὲν ἐκτὸς αἰτίας τοῦ βλάπτειν, λέγω δʼ οἷον ψύχους, καύματος, κόπου, τραυμάτων, καὶ πρὶν γίνεσθαι φυλάξασθαι δυνατὸν καὶ γενομέναις εὐμαρὲς βοηθῆσαι, τὰ δʼ ἐξ αὐτῶν τῶν σωμάτων γινόμενα φύματα καὶ νόσους δυσχερὲς μὲν προϊδέσθαι, δυσχερὲς δὲ γενομένοις βοηθεῖν,
というのも、肉体において、害を与える外部の原因、すなわち私が言うのは、寒さ、暑さ、疲労、傷のようなものについては、それが生じる前には防ぐことが可能であり、生じた後には容易に対処できるが、それに対して、肉体そのものから生じる腫瘍や病気については、事前に察知することが困難であり、生じた後に対処するのも困難だからである。
§11.25.3τὸν αὐτὸν δὴ τρόπον καὶ περὶ πολιτείας καὶ περὶ στρατοπέδων διαληπτέον.
これと全く同じように、国家についても軍隊についても考えなければならない。
§11.25.4πρὸς μὲν γὰρ τὰς ἔξωθεν ἐπιβουλὰς καὶ πολέμους πρόχειρος ὁ τρόπος τῆς παρασκευῆς καὶ βοηθείας τοῖς ἐφιστάνουσι, §11.25.5πρὸς δὲ τὰς ἐν αὐτοῖς γενομένας ἀντιπολιτείας καὶ στάσεις καὶ ταραχὰς δύσχρηστος ἡ βοήθεια καὶ μεγάλης ἐπιδεξιότητος καὶ διαφερούσης ἀγχινοίας δεομένη·
なぜなら、外部からの陰謀や戦争に対しては、指導者たちにとって準備や対処の方法は手近にあるが、内部で生じる対立、反乱、騒乱に対しては、対処が難しく、大きな巧妙さと卓越した機知を必要とするからである。
§11.25.6πλὴν ἑνὸς παραγγέλματος, ὃ πᾶσιν ἁρμόσει, δεῖ καὶ στρατοπέδοις καὶ πόλεσι καὶ σώμασιν, ὡς ἐμὴ δόξα.
ただし、私の考えでは、軍隊にも都市にも肉体にも、すべてに適合する一つの戒めが必要である。
§11.25.7τοῦτο δʼ ἐστὶ τὸ μηδέποτʼ ἐᾶν ἐπὶ πολὺ ῥᾳθυμεῖν καὶ σχολάζειν περὶ μηδὲν τῶν προειρημένων, ἥκιστα δʼ ἐν ταῖς εὐροίαις τῶν πραγμάτων καὶ ἐν ταῖς δαψιλείαις τῶν ἐπιτηδείων.
それは、上述したもののいずれについても、決して長きにわたって怠惰にさせたり、暇にさせたりしないことであり、とりわけ、物事が順調にいっているときや、物資が豊かにあるときには、そうさせてはならないということである。
§11.25.8πλὴν ὅ γε Πόπλιος, ἅτε διαφερόντως ἐπιμελὴς ὤν, καθάπερ ἐξ ἀρχῆς εἶπον, ἔτι δʼ ἀγχίνους καὶ πρακτικός, συναθροίσας τοὺς χιλιάρχους τοιάνδε τινὰ τῶν ἐνεστώτων εἰσηγεῖτο λύσιν.
ともかくプブリウスは、私が最初から言っているように、際立って細心であり、さらに機知に富み実行力があったので、兵隊長たちを召集し、現下の事態に対して次のような解決策を提案した。
§11.25.9ἔφη γὰρ δεῖν ἀναδέξασθαι τοῖς στρατιώταις τὴν τῶν ὀψωνίων ἀπόδοσιν·
すなわち、兵士たちに対して給与の支払いを約束する必要があると彼は言った。
χάριν δὲ τοῦ πιστεύεσθαι τὴν ἐπαγγελίαν, τὰς ἐπιτεταγμένας εἰσφορὰς ταῖς πόλεσι πρότερον εἰς τὴν τοῦ παντὸς στρατοπέδου χορηγίαν ταύτας νῦν ἁθροίζειν ἐπιφανῶς καὶ μετὰ σπουδῆς, ὡς πρὸς τὴν διόρθωσιν τῶν ὀψωνίων γινομένης τῆς παρασκευῆς·
そして、その約束が信じられるように、以前から全軍の補給のために諸都市に課せられていた貢納を、今や公然と精力的に徴収し、あたかも給与の清算に向けて準備が進められているかのように見せるべきであると(提案した)。
§11.25.10τοὺς δὲ χιλιάρχους τοὺς αὐτοὺς πάλιν πορευθέντας ἀξιοῦν καὶ παρακαλεῖν μετατίθεσθαι τὴν ἄγνοιαν καὶ κομίζεσθαι τὰς σιταρχίας, παραγινομένους ὡς αὐτόν, ἄν τε κατὰ μέρη βούλωνται τοῦτο ποιεῖν ἄν θʼ ὁμοῦ πάντες.
そして、同じ兵隊長たちが再び赴き、彼らが過ちを改め、自分のところへ来て給与を受け取るよう要求し、促べきである、彼らがそれを個々に行うことを望むにせよ、あるいは全員一斉に行うことを望むにせよ、と。
§11.25.11γενομένου δὲ τούτου τὸ λοιπὸν ἤδη παρʼ αὐτὸν τὸν καιρὸν ἔφη δεῖν βουλεύεσθαι τί δέον ἐστὶ πράττειν.
そして、これが実現したならば、その時はまさにその場において、次に何をなすべきかを協議すべきである、と彼は言った。