Humanitext Reader

波利比奥斯 · 历史 §11.25.1-11.25.11

罗马军内部叛乱与普布利乌斯的安抚之策

第 723 段,共 1311 段 · 希腊语

内容简介

针对罗马军中的叛乱,作者指出国家、军队和身体内部动乱极难平息,并记述了普布利乌斯如何通过伪装准备发放军饷来安抚士兵的解决方案。

§11.25.1ὅτι στάσεως γενομένης τινῶν ἐν τῷ στρατοπέδῳ τῷ Ῥωμαϊκῷ, ὁ Πόπλιος, καίπερ ἤδη πεῖραν εἰληφὼς τῶν πραγμάτων ἐφʼ ἱκανόν, ὅμως οὐδέποτε μᾶλλον εἰς ἀπορίαν ἧκε καὶ δυσχρηστίαν.
据说,当罗马军营中某些人发生叛乱时,普布利乌斯尽管已经对政务有了充分的经验,却仍然陷入了前所未有的困惑和窘境。
καὶ τοῦτʼ ἔπασχε κατὰ λόγον·
他经历这种状况也是理所当然的。
§11.25.2καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων τὰς μὲν ἐκτὸς αἰτίας τοῦ βλάπτειν, λέγω δʼ οἷον ψύχους, καύματος, κόπου, τραυμάτων, καὶ πρὶν γίνεσθαι φυλάξασθαι δυνατὸν καὶ γενομέναις εὐμαρὲς βοηθῆσαι, τὰ δʼ ἐξ αὐτῶν τῶν σωμάτων γινόμενα φύματα καὶ νόσους δυσχερὲς μὲν προϊδέσθαι, δυσχερὲς δὲ γενομένοις βοηθεῖν, §11.25.3τὸν αὐτὸν δὴ τρόπον καὶ περὶ πολιτείας καὶ περὶ στρατοπέδων διαληπτέον.
因为正如对于身体而言,由于外部原因造成的伤害——我指的是像寒冷、炎热、疲劳和创伤之类的事情——在它们发生之前是有可能加以防范的,在发生之后也容易予以医治;但对于身体自身产生的肿瘤和疾病,既难以预见,在发生之后也难以医治,完全可以用同样的方式来理解国家和军队。
§11.25.4πρὸς μὲν γὰρ τὰς ἔξωθεν ἐπιβουλὰς καὶ πολέμους πρόχειρος ὁ τρόπος τῆς παρασκευῆς καὶ βοηθείας τοῖς ἐφιστάνουσι, §11.25.5πρὸς δὲ τὰς ἐν αὐτοῖς γενομένας ἀντιπολιτείας καὶ στάσεις καὶ ταραχὰς δύσχρηστος ἡ βοήθεια καὶ μεγάλης ἐπιδεξιότητος καὶ διαφερούσης ἀγχινοίας δεομένη· §11.25.6πλὴν ἑνὸς παραγγέλματος, ὃ πᾶσιν ἁρμόσει, δεῖ καὶ στρατοπέδοις καὶ πόλεσι καὶ σώμασιν, ὡς ἐμὴ δόξα.
因为对于外部的阴谋和战争,指挥者们准备和应对的方法是现成的,但对于内部发生的派系斗争、叛乱和骚乱,应对的方法却难以奏效,需要极大的技巧和非凡的睿智;不过依我之见,无论是军队、城市还是身体,都需要一条适用于所有这些情况的法则。
§11.25.7τοῦτο δʼ ἐστὶ τὸ μηδέποτʼ ἐᾶν ἐπὶ πολὺ ῥᾳθυμεῖν καὶ σχολάζειν περὶ μηδὲν τῶν προειρημένων, ἥκιστα δʼ ἐν ταῖς εὐροίαις τῶν πραγμάτων καὶ ἐν ταῖς δαψιλείαις τῶν ἐπιτηδείων.
这就是绝不容许它们在前述任何情况下长期处于懈怠和闲散之中,尤其是在事务顺遂、物资充沛的时候。
§11.25.8πλὴν ὅ γε Πόπλιος, ἅτε διαφερόντως ἐπιμελὴς ὤν, καθάπερ ἐξ ἀρχῆς εἶπον, ἔτι δʼ ἀγχίνους καὶ πρακτικός, συναθροίσας τοὺς χιλιάρχους τοιάνδε τινὰ τῶν ἐνεστώτων εἰσηγεῖτο λύσιν.
无论如何,正如我从一开始所说的那样,普布利乌斯极其细心,而且聪明能干,他召集了军事保民官们,针对眼前的困难提出了如下的解决办法。
§11.25.9ἔφη γὰρ δεῖν ἀναδέξασθαι τοῖς στρατιώταις τὴν τῶν ὀψωνίων ἀπόδοσιν· χάριν δὲ τοῦ πιστεύεσθαι τὴν ἐπαγγελίαν, τὰς ἐπιτεταγμένας εἰσφορὰς ταῖς πόλεσι πρότερον εἰς τὴν τοῦ παντὸς στρατοπέδου χορηγίαν ταύτας νῦν ἁθροίζειν ἐπιφανῶς καὶ μετὰ σπουδῆς, ὡς πρὸς τὴν διόρθωσιν τῶν ὀψωνίων γινομένης τῆς παρασκευῆς· §11.25.10τοὺς δὲ χιλιάρχους τοὺς αὐτοὺς πάλιν πορευθέντας ἀξιοῦν καὶ παρακαλεῖν μετατίθεσθαι τὴν ἄγνοιαν καὶ κομίζεσθαι τὰς σιταρχίας, παραγινομένους ὡς αὐτόν, ἄν τε κατὰ μέρη βούλωνται τοῦτο ποιεῖν ἄν θʼ ὁμοῦ πάντες.
因为他声称,必须向士兵们承诺发放军饷;而为了使这一承诺令人信服,现在应当公开且迅速地征收先前为供应全军而向各城市征收的贡赋,表现得好像正在为清偿军饷进行准备一样;同时,让同样的那些军事保民官再次前往,要求并劝说他们改正愚蠢的行为,前来领取军饷,无论他们是想分批进行还是大家一起前来。
§11.25.11γενομένου δὲ τούτου τὸ λοιπὸν ἤδη παρʼ αὐτὸν τὸν καιρὸν ἔφη δεῖν βουλεύεσθαι τί δέον ἐστὶ πράττειν.
他又说,一旦此事办成,此后就应当在那个时刻直接商议接下来必须做什么。

词汇与语法注释

  1. §11.25.1ὅτι — 置于源自摘录集(Excerpta)文本开头的连词,用于引入报告或传闻。省略了主句的陈述动词,整句作为间接引语翻译。
  2. §11.25.2τὰς μὲν ἐκτὸς αἰτίας ... τὰ δʼ ἐξ αὐτῶν ... φύματα καὶ νόσους — 伴有对比小词 μέν 和 δέ 的宾格名词短语。它们充当其后不定式(如 φυλάξασθαι、βοηθῆσαι 和 προϊδέσθαι)的直接宾语,或作为置于句首的主题宾格。
  3. §11.25.7τὸ μηδέποτʼ ἐᾶν ἐπὶ πολὺ ῥᾳθυμεῖν — 支配不定式 ἐᾶν(容许)的逻辑主语(如领导者或管理者)被省略,而 ἐᾶν 的宾语(如士兵、市民或身体部位)则作为下属不定式 ῥᾳθυμεῖν(怠惰)的逻辑主语,形成了双重结构。
  4. §11.25.9ὡς πρὸς τὴν διόρθωσιν τῶν ὀψωνίων γινομένης τῆς παρασκευῆς — 由连词 ὡς 引导的属格独立分词结构。ὡς 表示主观意图或伪装(“表现得好像……”、“名义上”),说明了他们为了让士兵相信而装作正在准备发放军饷的策略。

引用这一段

波利比奥斯, 历史 §11.25.1-11.25.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.25.1-11.25.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。