§11.24a.1ὅτι πάντων εὐδαιμονιζόντων τὸν Πόπλιον μετὰ τὸ τοὺς Καρχηδονίους ἐξελάσαι τῆς Ἰβηρίας, καὶ παρακαλούντων ἀναπαύεσθαι καὶ ῥᾳθυμεῖν, ἐπεὶ πέρας ἐπιτέθεικε τῷ πολέμῳ, μακαρίζειν αὐτοὺς ἔφη διότι τοιαύτας ἔχουσι τὰς ἐλπίδας,
プブリウスがカルタゴ人をイベリアから追い出した後に、すべての人が彼を祝福し、彼が戦争に終止符を打ったのだから休んでのんびりするよう勧めていたとき、彼らがそのような希望を抱いていることを、彼は羨ましいと言ったとのことである。
§11.24a.2αὐτὸς δὲ νῦν καὶ μάλιστα βουλεύεσθαι τίνα τρόπον ἄρξηται τοῦ πρὸς Καρχηδονίους πολέμου·
そして自分自身は、今こそ最も、どのようにしてカルタゴ人との戦争を開始すべきかを熟考している、と。
§11.24a.3τὸν μὲν γὰρ πρὸ τούτου χρόνον Καρχηδονίους Ῥωμαίοις πεπολεμηκέναι, νυνὶ δὲ τὴν τύχην παραδεδωκέναι καιρὸν εἰς τὸ Ῥωμαίους Καρχηδονίοις ἐξενεγκεῖν πόλεμον.
なぜなら、これまではカルタゴ人がローマ人に対して戦争を仕掛けてきたが、今や運命はローマ人がカルタゴ人に対して戦争を仕掛ける機会を与えてくれたからである。
—
ὅτι ὁ Πόπλιος διαλεχθεὶς τῷ Σόφακι, §11.24a.4ἅτε δὴ πρὸς τοῦτο τὸ μέρος εὐφυὴς ὑπάρχων, οὕτω φιλανθρώπως ὡμίλησε καὶ ἐπιδεξίως ὥστε τὸν Ἀσδρούβαν εἰπεῖν ταῖς ὕστερον ἡμέραις πρὸς τὸν Σόφακα διότι φοβερώτερος αὐτῷ Πόπλιος πέφηνε κατὰ τὴν ὁμιλίαν ἤπερ ἐν τοῖς ὅπλοις.
— プブリウスはシュファクスと会談した際、この方面にまさに優れた資質を備えていたため、非常に親切かつ巧妙に語りかけたので、後日ハスドルバルがシュファクスに対して、プブリウスは戦場(武装)においてよりも会談における会話において自分にとってより恐ろしく思われた、と語ったとのことである。
—
—