§11.16.1ὁ δὲ Φιλοποίμην ἅμα τῷ παραπεσεῖν κατὰ τῶν ὑπεναντίων τὸν ἐκ πολλῶν χρόνων ἑωραμένον ὑπʼ αὐτοῦ καιρόν, τότε πᾶσιν ἐπάγειν τοῖς φαλαγγίταις καταβαλοῦσι τὰς σαρίσας παρήγγειλε.
一方、フィロポイメンは、かつてない好機が敵に対して到来したのを目の当たりにするやいなや、そのとき、すべてのファランクス重装歩兵に対し、サリサを水平に構えて進撃するよう命じた。
§11.16.2τῶν δʼ Ἀχαιῶν ὁμοθυμαδὸν καὶ μετὰ καταπληκτικῆς κραυγῆς ποιησαμένων τὴν ἔφοδον, οἱ μὲν προδιαλελυκότες τὰς τάξεις τῶν Λακεδαιμονίων ἐν τῇ τῆς τάφρου καταβάσει πάλιν ἀναβαίνοντες πρὸς ὑπερδεξίους τοὺς πολεμίους ἀποδειλιάσαντες ἐτρέποντο·
アカイア人たちが一丸となって、また凄まじい大歓声を上げて突撃を敢行すると、ラケダイモン人のうち、堀を降りる際にあらかじめ隊列を乱していた者たちは、再び這い上がろうとしたものの、上方に位置する敵に恐れをなして敗走した。
§11.16.3τὸ δὲ πολὺ πλῆθος ἐν αὐτῇ τῇ τάφρῳ διεφθείρετο, τὸ μὲν ὑπὸ τῶν Ἀχαιῶν, τὸ δʼ ὑπὸ τῶν ἰδίων.
しかし、大半の者はその堀の内部で、ある者はアカイア人によって、またある者は味方同士によって討ち滅ぼされた。
§11.16.4συνέβαινε δὲ τὸ προειρημένον οὐκ αὐτομάτως οὐδʼ ἐκ τοῦ καιροῦ, διὰ δὲ τὴν ἀγχίνοιαν τοῦ προεστῶτος, ὃς εὐθέως προεβάλετο τὴν τάφρον.
このような前述の事態が生じたのは、偶然でも、あるいは単なる好機によるものでもなく、直ちにその堀を防御壁として利用した指導者の、あの機知によるものであった。
§11.16.5ὁ δὲ Φιλοποίμην οὐ φυγομαχῶν, ὥς τινες ὑπελάμβανον, ἀλλὰ καὶ λίαν ἀκριβῶς καὶ στρατηγικῶς ἕκαστα συλλογισάμενος, ὅτι παραγενόμενος ὁ Μαχανίδας, εἰ μὲν προσάξει τὴν δύναμιν οὐ προϊδόμενος τὴν τάφρον, οὕτω συμβήσεται παθεῖν αὐτῷ τὴν φάλαγγα τὸ προειρημένον νῦν, γινόμενον δὲ τότʼ ἐπὶ τῆς ἀληθείας·
フィロポイメンは、一部の者が推測したように戦いを避けていたのではなく、極めて正確かつ戦略的にあらゆる状況を計算していたのである。 すなわち、マハニダスが到着した際、もし彼がその堀に気づかずに軍を進めれば、彼のファランクスに、今まさに述べた通りのこと、すなわちその時点で実際に現実となる事態が起こるであろうこと。
§11.16.6εἰ δὲ συλλογισάμενος τὴν δυσχρηστίαν τῆς τάφρου, κἄπειτα μεταμεληθεὶς καὶ δόξας ἀποδειλιᾶν, ἐκ παρατεταγμένων ἀπολύσει καὶ μακρὰν αὑτὸν ἐν πορείᾳ διδόναι μέλλει, διότι χωρὶς ὁλοσχεροῦς ἀγῶνος αὐτῷ μὲν τὸ νικᾶν, ἐκείνῳ δὲ τἀναντία περιέσται.
また、もし彼がその堀の不便さを計算し、その後、気が変わって、かつ臆病者と思われることを恐れて、戦列を組んだ状態から退却し、長距離の行軍に身を置くことになるならば、総力戦を交えることなしに、自分には勝利が、彼にはその反対(敗北)がもたらされるであろうこと。
πολλοῖς γὰρ ἤδη τοῦτο συμβέβηκεν,
なぜなら、すでに多くの者に次のようなことが起こっていたからである。
§11.16.7οἵτινες παραταξάμενοι μέν, οὐκ ἀξιόχρεως δὲ νομίσαντες σφᾶς αὐτοὺς εἶναι τοῖς ὑπεναντίοις ἀγωνίζεσθαι, τινὲς μὲν διὰ τόπους, §11.16.8οἱ δὲ διὰ πλῆθος, οἱ δὲ διʼ ἄλλας αἰτίας, μακρὰν ἑαυτοὺς δόντες ἐν πορείᾳ, κατὰ τὴν ἀπόλυσιν διʼ αὐτῶν τῶν οὐραγούντων ἤλπισαν οἱ μὲν προτερήσειν, οἱ δʼ ἀσφαλῶς ἀπολυθήσεσθαι τῶν πολεμίων. §11.16.9ἐν οἷς δὴ καὶ μέγιστα συμβαίνει τοὺς ἡγουμένους
すなわち、軍を配置したものの、敵と戦うには自分たちが力不足であると考えた人々が、ある者は地形のゆえに、またある者は兵数のゆえに、またある者はその他の理由のゆえに、長距離の行軍による退却に身を委ね、その退却の際、しんがりを務める者たちだけで、ある者は優位に立てると、またある者は敵から安全に逃れられると期待したものの、このような状況においてこそ、指導者たち(指揮官たち)に最も重大な事態が起こるのである。