§11.15.1ὁ δὲ τῶν Ἀχαιῶν στρατηγὸς ἕως μὲν τοῦ δυνατοῦ διακατεῖχε τοὺς μισθοφόρους, ἐπʼ ὀνόματος καλῶν καὶ παροξύνων τοὺς ἡγεμόνας·
しかし、アカイア人の将軍は可能な限り傭兵たちを押しとどめ、隊長たちの名を呼んで鼓舞し続けた。
§11.15.2ἐπεὶ δʼ ἑώρα τούτους ἐκβιαζομένους, οὐ πτοηθεὶς ἔφευγεν οὐδʼ ἀθυμήσας ἀπέστη, ἀλλʼ ὑποστείλας αὑτὸν ὑπὸ τὸ τῆς φάλαγγος κέρας, ἅμα τῷ παραπεσεῖν τοὺς διώκοντας καὶ γενέσθαι τὸν τόπον ἔρημον, καθʼ ὃν ὁ κίνδυνος ἦν, εὐθέως τοῖς πρώτοις τέλεσι τῶν φαλαγγιτῶν ἐπʼ ἀσπίδα κλίνων, προῆγε μετὰ δρόμου, τηρῶν τὰς τάξεις.
しかし彼らが圧倒されるのを見ると、恐怖に駆られて逃げたり、気力を失って戦いを放棄したりはせず、ファランクスの翼の陰に身を隠し、追撃する敵が通り過ぎて、危険が生じていた場所が空になるとすぐに、直ちにファランクス重装歩兵の先頭部隊を左へと旋回させ、隊列を維持したまま、駆け足で進んだ。
§11.15.3καταλαβόμενος δὲ τὸν ἐκλειφθέντα τόπον ὀξέως, ἅμα μὲν ἀπετέτμητο τοὺς διώκοντας, ἅμα δʼ ὑπερδέξιος ἐγεγόνει τοῦ τῶν πολεμίων κέρατος.
そして空いた場所を素早く占拠すると、一方では追撃する敵を遮断し、他方では敵の翼に対して優位な位置を占めた。
§11.15.4καὶ τοὺς μὲν φαλαγγίτας αὐτοῦ παρεκάλει θαρρεῖν καὶ μένειν, ἕως ἂν παραγγείλῃ ποιεῖσθαι τὴν ἐπαγωγὴν ἀναμίξ·
そして、ファランクス重装歩兵たちには、彼が総攻撃を命じるまで、その場にとどまって勇気を持つよう勧めた。
§11.15.5Πολυαίνῳ δʼ ἐπέταξε τῷ Μεγαλοπολίτῃ τοὺς περιλειπομένους καὶ τοὺς διακεκλικότας τὴν φυγὴν Ἰλλυριοὺς καὶ θωρακίτας καὶ μισθοφόρους συναθροίσαντι μετὰ σπουδῆς ἐφεδρεύειν τῷ κέρατι τῆς φάλαγγος καὶ τηρεῖν τὴν ἐπάνοδον τῶν ἐκ διώγματος ἀναχωρούντων.
一方、メガロポリス人のポリュアイノスには、生き残った者や敗走から逃れたイリュリア人、重装歩兵、傭兵たちを大急ぎでかき集め、ファランクスの翼の後方に控えて備え、追撃から引き返してくる敵の帰還を警戒するようにと命じた。
§11.15.6οἱ δὲ Λακεδαιμόνιοι χωρὶς παραγγέλματος, ἐπαρθέντες ταῖς διανοίαις ἐπὶ τῷ τῶν εὐζώνων προτερήματι, καταβαλόντες τὰς σαρίσας ὥρμησαν ἐπὶ τοὺς ὑπεναντίους.
しかしラケダイモン人たちは、命令もないまま、軽装兵たちの勝利に気分を高揚させ、サリサを水平に構えて敵に向かって突撃した。
§11.15.7ὅτε δὲ κατὰ τὴν ἐπαγωγὴν προάγοντες ἧκον ἐπὶ τὸ τῆς τάφρου χεῖλος, τὰ μὲν οὐκέτι διδόντος τοῦ καιροῦ μεταμέλειαν ὥστʼ ἐν χερσὶν ὄντας τῶν πολεμίων ἀναστρέφειν, τὰ δὲ καὶ τῆς τάφρου καταφρονήσαντες διὰ τὸ τὴν κατάβασιν ἔχειν ἐκ πολλοῦ καὶ μήθʼ ὕδωρ κατὰ τὸ τέλος ἐν αὐτῇ μήτε τινʼ ἀγρίαν ὕλην ὑπάρχειν, ὥρμησαν ἀνεπιστάτως διὰ ταύτης.
だが彼らは突撃しながら前進し、堀の縁に到達したとき、一方では、敵と間近に迫っており、もはや状況が引き返すための翻意の猶予を与えなかったこと、他方では、その堀の斜面がなだらかに下っており、底には水も障害となる藪もなかったために堀を侮ったこともあって、ためらうことなくその中へと突き進んだ。