§11.16.1ὁ δὲ Φιλοποίμην ἅμα τῷ παραπεσεῖν κατὰ τῶν ὑπεναντίων τὸν ἐκ πολλῶν χρόνων ἑωραμένον ὑπʼ αὐτοῦ καιρόν, τότε πᾶσιν ἐπάγειν τοῖς φαλαγγίταις καταβαλοῦσι τὰς σαρίσας παρήγγειλε.
而菲洛皮门一看到他期待已久的机会在敌人面前出现,便立即命令所有的方阵兵放低萨里沙长枪,发起总攻。
§11.16.2τῶν δʼ Ἀχαιῶν ὁμοθυμαδὸν καὶ μετὰ καταπληκτικῆς κραυγῆς ποιησαμένων τὴν ἔφοδον, οἱ μὲν προδιαλελυκότες τὰς τάξεις τῶν Λακεδαιμονίων ἐν τῇ τῆς τάφρου καταβάσει πάλιν ἀναβαίνοντες πρὸς ὑπερδεξίους τοὺς πολεμίους ἀποδειλιάσαντες ἐτρέποντο·
当亚该亚人齐心协力并发出令人震慑的呐喊发起冲锋时,那些在走下战壕时已经乱了阵型的拉刻代蒙人,在试图重新爬上战壕时,面对占据上方优势的敌人,因胆怯而转身逃跑。
§11.16.3τὸ δὲ πολὺ πλῆθος ἐν αὐτῇ τῇ τάφρῳ διεφθείρετο, τὸ μὲν ὑπὸ τῶν Ἀχαιῶν, τὸ δʼ ὑπὸ τῶν ἰδίων.
而绝大多数人则在战壕中被消灭,一部分是被亚该亚人所杀,另一部分则是被自己人所践踏。
§11.16.4συνέβαινε δὲ τὸ προειρημένον οὐκ αὐτομάτως οὐδʼ ἐκ τοῦ καιροῦ, διὰ δὲ τὴν ἀγχίνοιαν τοῦ προεστῶτος, ὃς εὐθέως προεβάλετο τὴν τάφρον.
上述结果并非偶然发生,也不是由于一时的运气,而是由于这位领导者的机智,他从一开始就利用这条战壕作为防御屏障。
§11.16.5ὁ δὲ Φιλοποίμην οὐ φυγομαχῶν, ὥς τινες ὑπελάμβανον, ἀλλὰ καὶ λίαν ἀκριβῶς καὶ στρατηγικῶς ἕκαστα συλλογισάμενος, ὅτι παραγενόμενος ὁ Μαχανίδας, εἰ μὲν προσάξει τὴν δύναμιν οὐ προϊδόμενος τὴν τάφρον, οὕτω συμβήσεται παθεῖν αὐτῷ τὴν φάλαγγα τὸ προειρημένον νῦν, γινόμενον δὲ τότʼ ἐπὶ τῆς ἀληθείας· §11.16.6εἰ δὲ συλλογισάμενος τὴν δυσχρηστίαν τῆς τάφρου, κἄπειτα μεταμεληθεὶς καὶ δόξας ἀποδειλιᾶν, ἐκ παρατεταγμένων ἀπολύσει καὶ μακρὰν αὑτὸν ἐν πορείᾳ διδόναι μέλλει, διότι χωρὶς ὁλοσχεροῦς ἀγῶνος αὐτῷ μὲν τὸ νικᾶν, ἐκείνῳ δὲ τἀναντία περιέσται.
菲洛皮门并不是像某些人所认为的那样在逃避战斗,而是极其精确且具战略性地计算了一切:如果马哈尼达斯到来,一方面,如果他在没有预料到战壕的情况下率军前进,那么他的方阵就会像刚才所说的那样遭受灭顶之灾,而这在当时确实会成为现实;另一方面,如果他考虑到战壕的险阻,随后改变主意,又因担心显得胆怯,而从排好阵列的状态下撤退,并准备将自己置于长途行军之中,那么无需进行一场总决战,胜利就将归于自己,而失败将归于对方。
πολλοῖς γὰρ ἤδη τοῦτο συμβέβηκεν, §11.16.7οἵτινες παραταξάμενοι μέν, οὐκ ἀξιόχρεως δὲ νομίσαντες σφᾶς αὐτοὺς εἶναι τοῖς ὑπεναντίοις ἀγωνίζεσθαι, τινὲς μὲν διὰ τόπους, §11.16.8οἱ δὲ διὰ πλῆθος, οἱ δὲ διʼ ἄλλας αἰτίας, μακρὰν ἑαυτοὺς δόντες ἐν πορείᾳ, κατὰ τὴν ἀπόλυσιν διʼ αὐτῶν τῶν οὐραγούντων ἤλπισαν οἱ μὲν προτερήσειν, οἱ δʼ ἀσφαλῶς ἀπολυθήσεσθαι τῶν πολεμίων.
因为这已经发生在许多人身上,他们虽然排好了阵列,但认为自己不足以与对手抗衡,有的人是因为地形原因,有的人是因为兵力多寡,有的人则是由于其他原因,而将自己置于长途行军的撤退中,并希望在撤退时,仅凭殿后的部队,有的人希望能占得先机,有的人则希望能够安全地摆脱敌人。
§11.16.9ἐν οἷς δὴ καὶ μέγιστα συμβαίνει τοὺς ἡγουμένους
在这些情况下,指挥官们确实最容易遭遇极其严重的(失败)……