§10.8.1καὶ Ποπλίῳ τῷ πατρὶ περιπέσῃ συμφοραῖς.
そして、父プブリウスと同じ災難に見舞われる[ことを恐れていた]。
διὸ τοῦτο μὲν τὸ μέρος ἀπεδοκίμασε, πυνθανόμενος δὲ τὴν προειρημένην Καρχηδόνα μεγίστας μὲν χρείας παρέχεσθαι τοῖς ὑπεναντίοις, μέγιστα δὲ βλάπτειν καὶ κατὰ τὸν ἐνεστῶτα πόλεμον αὐτόν, ἐξητάκει τὰ κατὰ μέρος ὑπὲρ αὐτῆς ἐν τῇ παραχειμασίᾳ διὰ τῶν εἰδότων.
それゆえ、彼はこの方針を退けたが、上述の「カルタゴ」が敵に対して最大の便宜を提供し、また現在の戦争において自分自身に最大の損害を与えていることを知ると、冬営中に事情を知る人々を通じてそれに関する詳細を徹底的に調査した。
§10.8.2ἀκούων δὲ πρῶτον μὲν ὅτι λιμένας ἔχει στόλῳ καὶ ναυτικαῖς δυνάμεσι μόνη σχεδὸν τῶν κατὰ τὴν Ἰβηρίαν, ἅμα δὲ καὶ διότι πρὸς τὸν ἀπὸ τῆς Λιβύης πλοῦν καὶ πελάγιον δίαρμα λίαν εὐφυῶς κεῖται τοῖς Καρχηδονίοις, §10.8.3μετὰ δὲ ταῦτα διότι καὶ τὸ τῶν χρημάτων πλῆθος καὶ τὰς ἀποσκευὰς τῶν στρατοπέδων ἁπάσας ἐν ταύτῃ τῇ πόλει συνέβαινε τοῖς Καρχηδονίοις ὑπάρχειν, ἔτι δὲ τοὺς ὁμήρους τοὺς ἐξ ὅλης τῆς Ἰβηρίας,
そして彼は、第一に、この都市が艦隊や海軍力のための港をイベリアの都市の中でほぼ唯一持っていること、同時にまた、リビアからの航路や外洋航行の渡航先としてカルタゴ人にとって非常に好都合な位置にあること、その次に、多額の資金と軍のすべての荷物がカルタゴ人にとってこの都市に存在していること、さらにイベリア全土からの人質たちも[そこにいること]を聞いた。
§10.8.4τὸ δὲ μέγιστον, ὅτι μάχιμοι μὲν ἄνδρες εἴησαν εἰς χιλίους οἱ τὴν ἄκραν τηροῦντες διὰ τὸ μηδένα μηδέποτʼ ἂν ὑπολαμβάνειν ὅτι κρατούντων Καρχηδονίων σχεδὸν ἁπάσης Ἰβηρίας ἐπινοήσει τις τὸ παράπαν πολιορκῆσαι ταύτην τὴν πόλιν,
そして最大のことには、アクロポリスを守る戦闘要員は約千人にすぎないということ。 なぜなら、カルタゴ人がイベリアのほぼ全土を支配しているときに、誰かがそもそもこの都市を包囲攻撃しようと企てるなどとは誰も決して考えもしないだろうからである。
§10.8.5τὸ δʼ ἄλλο πλῆθος ὅτι πολὺ μὲν εἴη διαφερόντως ἐν αὐτῇ, πᾶν δὲ δημιουργικὸν καὶ βάναυσον καὶ θαλαττουργὸν καὶ πλεῖστον ἀπέχον πολεμικῆς ἐμπειρίας, ὃ κατὰ τῆς πόλεως ὑπελάμβανεν εἶναι, παραδόξου γενομένης ἐπιφανείας.
一方、それ以外の群衆は市内にきわめて多数いるものの、すべて職人、肉体労働者、海事労働者であり、軍指的経験からは最も遠く離れており、このことが、予期せぬ奇襲がなされた場合には都市にとって不利に働くだろうと彼は考えていた。
§10.8.6καὶ μὴν οὐδὲ τὴν θέσιν τῆς Καρχηδόνος οὐδὲ τὴν κατασκευὴν οὐδὲ τὴν τῆς περιεχούσης αὐτὴν λίμνης διάθεσιν ἠγνόει,
さらにまた、彼はカルタゴの立地も、その防衛施設の構造も、それを取り囲む湖の状況も知らないわけではなかった。
§10.8.7διὰ δέ τινων ἁλιέων τῶν ἐνειργασμένων τοῖς τόποις ἐξητάκει διότι καθόλου μέν ἐστι τεναγώδης ἡ λίμνη καὶ βατὴ κατὰ τὸ πλεῖστον, ὡς δʼ ἐπὶ τὸ πολὺ καὶ γίνεταί τις αὐτῆς ἀποχώρησις καθʼ ἡμέραν ἐπὶ δείλην ὀψίαν.
すなわち、その場所で働いている何人かの漁師たちを通じて、彼は、湖は全体として浅瀬でありその大部分が徒歩で渡れること、また、たいてい毎日、夕暮れ時には水が退く現象が起こるということを確かめていた。
§10.8.8ἐξ ὧν συλλογισάμενος ὅτι καθικόμενος μὲν τῆς ἐπιβολῆς οὐ μόνον βλάψει τοὺς ὑπεναντίους, ἀλλὰ καὶ τοῖς σφετέροις πράγμασι μεγάλην ἐπίδοσιν παρασκευάσει,
これらから彼は、もしその企てに成功すれば、敵に損害を与えるだけでなく、自国の状況に大きな進展をもたらすだろうと推論した。
§10.8.9διαπεσὼν δὲ τῆς προθέσεως, ὅτι δύναται σῴζειν τοὺς ὑποταττομένους διὰ τὸ θαλαττοκρατεῖν, ἐὰν ἅπαξ ἀσφαλίσηται τὴν στρατοπεδείαν — τοῦτο δʼ ἦν εὐχερὲς διὰ τὸ μακρὰν ἀπεσπάσθαι τὰς τῶν ὑπεναντίων δυνάμεις —
他方、もしその企てに失敗したとしても、いったん陣地を安全に確保すれば――敵の軍勢が遠くに離れているためにこれは容易であったが――、制海権を握っているために部下たちを救うことができる[と考えた]。
§10.8.10οὕτως ἀφέμενος τῶν ἄλλων περὶ ταύτην
このようにして他の事柄を差し置いて、この[都市]について……