Humanitext Reader

波利比奥斯 · 历史 §10.8.1-10.8.10

大西庇阿对新迦太基的侦察与进攻决意

第 654 段,共 1311 段 · 希腊语

内容简介

西庇阿否决了攻击分散敌军的最初计划,转而彻底调查了伊比利亚卡太基新城的地理、防卫以及潟湖每日的退潮规律。在确信夺取该城的胜算和退路的安全后,他决定集中精力攻打此城。

§10.8.1καὶ Ποπλίῳ τῷ πατρὶ περιπέσῃ συμφοραῖς.
并且遭遇与他父亲普布利乌斯相同的灾难。
διὸ τοῦτο μὲν τὸ μέρος ἀπεδοκίμασε, πυνθανόμενος δὲ τὴν προειρημένην Καρχηδόνα μεγίστας μὲν χρείας παρέχεσθαι τοῖς ὑπεναντίοις, μέγιστα δὲ βλάπτειν καὶ κατὰ τὸν ἐνεστῶτα πόλεμον αὐτόν, ἐξητάκει τὰ κατὰ μέρος ὑπὲρ αὐτῆς ἐν τῇ παραχειμασίᾳ διὰ τῶν εἰδότων.
因此,他否决了这一方案;但当他得知上述的卡太基城为敌人提供了最大的便利,并在当前的战争中对自己造成了最大的危害时,他在冬营期间通过知情者彻底调查了有关该城的详细情况。
§10.8.2ἀκούων δὲ πρῶτον μὲν ὅτι λιμένας ἔχει στόλῳ καὶ ναυτικαῖς δυνάμεσι μόνη σχεδὸν τῶν κατὰ τὴν Ἰβηρίαν, ἅμα δὲ καὶ διότι πρὸς τὸν ἀπὸ τῆς Λιβύης πλοῦν καὶ πελάγιον δίαρμα λίαν εὐφυῶς κεῖται τοῖς Καρχηδονίοις, §10.8.3μετὰ δὲ ταῦτα διότι καὶ τὸ τῶν χρημάτων πλῆθος καὶ τὰς ἀποσκευὰς τῶν στρατοπέδων ἁπάσας ἐν ταύτῃ τῇ πόλει συνέβαινε τοῖς Καρχηδονίοις ὑπάρχειν, ἔτι δὲ τοὺς ὁμήρους τοὺς ἐξ ὅλης τῆς Ἰβηρίας, §10.8.4τὸ δὲ μέγιστον, ὅτι μάχιμοι μὲν ἄνδρες εἴησαν εἰς χιλίους οἱ τὴν ἄκραν τηροῦντες διὰ τὸ μηδένα μηδέποτʼ ἂν ὑπολαμβάνειν ὅτι κρατούντων Καρχηδονίων σχεδὸν ἁπάσης Ἰβηρίας ἐπινοήσει τις τὸ παράπαν πολιορκῆσαι ταύτην τὴν πόλιν, §10.8.5τὸ δʼ ἄλλο πλῆθος ὅτι πολὺ μὲν εἴη διαφερόντως ἐν αὐτῇ, πᾶν δὲ δημιουργικὸν καὶ βάναυσον καὶ θαλαττουργὸν καὶ πλεῖστον ἀπέχον πολεμικῆς ἐμπειρίας, ὃ κατὰ τῆς πόλεως ὑπελάμβανεν εἶναι, παραδόξου γενομένης ἐπιφανείας.
因为他首先听说,在伊比利亚的城市中,几乎只有它拥有供舰队和海军力量使用的港口,同时对于卡太基人而言,在从利比亚航行以及横渡公海的航线上,它的地理位置极为有利;其次,卡太基人的大量资金和军队的所有装备物资恰好都存在于这座城市中,此外还有来自整个伊比利亚的人质;而最重要的一点是,防守城堡的战斗人员大约只有一千人,因为绝对没有人会料到,在卡太基人几乎统治着整个伊比利亚的时候,会有人企图包围这座城市;至于其余的人口,虽然城内数量极其庞大,但全都是手工业者、体力劳动者和航海人员,极度缺乏军事经验——他认为,一旦发动出其不意的突袭,这将会对该城产生不利影响。
§10.8.6καὶ μὴν οὐδὲ τὴν θέσιν τῆς Καρχηδόνος οὐδὲ τὴν κατασκευὴν οὐδὲ τὴν τῆς περιεχούσης αὐτὴν λίμνης διάθεσιν ἠγνόει, §10.8.7διὰ δέ τινων ἁλιέων τῶν ἐνειργασμένων τοῖς τόποις ἐξητάκει διότι καθόλου μέν ἐστι τεναγώδης ἡ λίμνη καὶ βατὴ κατὰ τὸ πλεῖστον, ὡς δʼ ἐπὶ τὸ πολὺ καὶ γίνεταί τις αὐτῆς ἀποχώρησις καθʼ ἡμέραν ἐπὶ δείλην ὀψίαν.
此外,他并非不知道卡太基的地理位置、其防卫结构,以及周围湖泊的状况;而是通过一些在当地劳作的渔民,他查明了该湖总体上是多沙洲浅滩,大部分地方可以涉水通过,而且通常每天傍晚时分,湖水都会发生一定程度的退潮。
§10.8.8ἐξ ὧν συλλογισάμενος ὅτι καθικόμενος μὲν τῆς ἐπιβολῆς οὐ μόνον βλάψει τοὺς ὑπεναντίους, ἀλλὰ καὶ τοῖς σφετέροις πράγμασι μεγάλην ἐπίδοσιν παρασκευάσει, §10.8.9διαπεσὼν δὲ τῆς προθέσεως, ὅτι δύναται σῴζειν τοὺς ὑποταττομένους διὰ τὸ θαλαττοκρατεῖν, ἐὰν ἅπαξ ἀσφαλίσηται τὴν στρατοπεδείαν — τοῦτο δʼ ἦν εὐχερὲς διὰ τὸ μακρὰν ἀπεσπάσθαι τὰς τῶν ὑπεναντίων δυνάμεις —
由此他推算出,如果他的企图得以成功,他不仅会打击对手,还会使自己的事业取得巨大进展;而如果他的计划落空,只要他一旦确保了营地的安全——由于对手的军队被拉得很远,这很容易做到——他就可以凭借制海权拯救部下。
§10.8.10οὕτως ἀφέμενος τῶν ἄλλων περὶ ταύτην
于是,他放下其他事务,专注于这……

词汇与语法注释

  1. 10.8.1περιπέσῃ — 虚拟语气过去时,由前一句(10.7.7)中的 κατάφοβος ἦν μὴ(极度害怕……)引导,表示担心同样的灾难也会降临到其父亲普布利乌斯身上。
  2. 10.8.4διὰ τὸ μηδένα μηδέποτʼ ἂν ὑπολαμβάνειν — 介词 διά 支配的带冠词不定式 tò ὑπολαμβάνειν,结合了否定词 μηδένα、μηδέποτε 以及表示推测/潜在可能的 ἄν,表示强烈的假设推测(“因为绝不会有人料到”)。
  3. 10.8.5ὃ κατὰ τῆς πόλεως ὑπελάμβανεν εἶναι — 关系代名词 ὅ 指代前文所述“大部分居民缺乏军事经验”的整件事。介词 κατά 接属格表示“对……不利”或“违背……”,整体意为“他认为这会对该城产生不利影响”。
  4. 10.8.9διαπεσὼν δὲ τῆς προθέσεως — 分词 διαπεσών(源自 διαπίπτω)表示条件(“如果失败了”)。属格 τῆς προθέσεως 是与表示偏离、未能达到目标的动词连用的分离属格。此句与 10.8.8 中的 καθικόμενος μὲν τῆς ἐπιβολῆς(“如果成功的话”)形成对比。

引用这一段

波利比奥斯, 历史 §10.8.1-10.8.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.8.1-10.8.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。