§10.7.1ἔτι μὲν γὰρ ἀπὸ τῆς ἀρχῆς ἱστορῶν ἐν τῇ Ῥώμῃ καὶ πυνθανόμενος ἐπιμελῶς τήν τε προδοσίαν τῶν Κελτιβήρων καὶ τὸν διαζευγμὸν τῶν ἰδίων στρατοπέδων, καὶ συλλογιζόμενος ὅτι παρὰ τοῦτο συμβαίνει τοῖς περὶ τὸν πατέρα γενέσθαι τὴν περιπέτειαν, §10.7.2οὐ κατεπέπληκτο τοὺς Καρχηδονίους οὐδʼ ἥττητο τῇ ψυχῇ, καθάπερ οἱ πολλοί.
というのも、早くも当初から、ローマにいながらにして、情報を集め、またケルティベリア人たちの裏切りと自軍の分断について熱心に尋ねており、このことのゆえに彼の父の一行にあの敗北が生じたのだと推論していたので、彼は、多くの人々のように、カルタゴ人たちに怯えておらず、心において挫けてもいなかった。
§10.7.3μετὰ δὲ ταῦτα τοὺς ἐντὸς Ἴβηρος ποταμοῦ συμμάχους ἀκούων μένειν ἐν τῇ πρὸς αὐτοὺς φιλίᾳ, τοὺς δὲ τῶν Καρχηδονίων ἡγεμόνας στασιάζειν μὲν πρὸς σφᾶς, ὑβρίζειν δὲ τοὺς ὑποταττομένους, εὐθαρσῶς διέκειτο πρὸς τὴν ἔξοδον, οὐ τῇ τύχῃ πιστεύων, ἀλλὰ τοῖς συλλογισμοῖς.
その後、エブロ川のこちら側の同盟者たちが自分たちとの友好関係にとどまっていることを聞き、カルタゴの将軍たちが互いに対立し、配下の者たちを虐げていると聞くことで、彼は出征に対して心強く思っていた。 それは運を頼みとしたからではなく、自らの合理的計算を信じたからである。
§10.7.4παραγενόμενός γε μὴν εἰς τὴν Ἰβηρίαν, πάντας ἀνακινῶν καὶ παρʼ ἑκάστου πυνθανόμενος τὰ περὶ τοὺς ἐναντίους, ηὕρισκε τὰς μὲν δυνάμεις τῶν Καρχηδονίων εἰς τρία μέρη διῃρημένας·
しかしながら、イベリアに到着すると、あらゆる人々を問い質し、一人一人から敵についての状況を尋ねることで、彼はカルタゴ人の軍勢が三つの部分に分割されていることを知った。
§10.7.5ὧν Μάγωνα μὲν ἐπυνθάνετο διατρίβειν ἐντὸς Ἡρακλείων στηλῶν ἐν τοῖς Κονίοις προσαγορευομένοις, Ἀσδρούβαν δὲ τὸν Γέσκωνος περὶ Τάγου ποταμοῦ στόμα κατὰ τὴν Λυσιτανήν, τὸν δʼ ἕτερον Ἀσδρούβαν πολιορκεῖν τινα πόλιν ἐν τοῖς Καρπητανοῖς, οὐδένα δὲ τῶν προειρημένων ἐλάττω δέχʼ ἡμερῶν ὁδὸν ἀπέχειν τῆς Καινῆς πόλεως.
彼らのうち、マゴンは「コニオイ」と呼ばれる人々の住むヘラクレスの柱の内側に滞在しており、ゲスコンの子ハスドルバルはルシタニア地方のタグス川の河口付近におり、もう一人のハスドルバルはカルペタニア人たちの地のどこかの都市を包囲攻撃しており、上述の者のうち誰も「新都市」から十日間の道のり未満の距離にはいない、ということを彼は知った。
§10.7.6νομίζων οὖν, ἐὰν μὲν εἰς μάχην συνιέναι κρίνῃ τοῖς πολεμίοις, τὸ μὲν πρὸς πάντας ἅμα κινδυνεύειν ἐπισφαλὲς εἶναι τελέως καὶ διὰ τὸ προηττῆσθαι τοὺς πρὸ αὐτοῦ καὶ διὰ τὸ πολλαπλασίους εἶναι τοὺς ὑπεναντίους,
そこで、彼は次のように考えた。 もし敵と会戦に及ぶことを決意する場合、敵の全員と同時に戦うことは、彼の先達たちがすでに敗北していたことのためにも、また敵が何倍も多数であるためにも、完全に危険である。
§10.7.7ἐὰν δὲ πρὸς ἕνα συμβαλεῖν σπεύδων, κἄπειτα τούτου φυγομαχήσαντος, ἐπιγενομένων δὲ τῶν ἄλλων δυνάμεων, συγκλεισθῇ που, κατάφοβος ἦν μὴ ταῖς αὐταῖς Γναΐῳ τῷ θείῳ
他方、もし一人の敵と戦うことを急ぎ、その後その敵が戦いを避け、他の軍勢が追いついてきて、どこかで包囲されてしまうならば、叔父のグナエウスと