§10.9.1ἐγίνετο τὴν παρασκευὴν ἐν τῇ παραχειμασίᾳ.
彼は冬営中にその準備を進めていた。
καὶ ταύτην ἔχων τὴν ἐπιβολὴν καὶ τὴν ἡλικίαν, ἣν ἀρτίως εἶπα, πάντας ἀπεκρύψατο χωρὶς Γαΐου Λαιλίου, μέχρι πάλιν αὐτὸς ἔκρινε φανερὸν ποιεῖν.
そして、前述したような企てと、先ほど私が述べた年齢にあって、自ら再び明らかにするのが適切と判断するまで、ガイウス・ライリウスを除いてすべての人にこれを秘密にしていた。
§10.9.2τούτοις δὲ τοῖς ἐκλογισμοῖς ὁμολογοῦντες οἱ συγγραφεῖς, ὅταν ἐπὶ τὸ τέλος ἔλθωσι τῆς πράξεως, οὐκ οἶδʼ ὅπως οὐκ εἰς τὸν ἄνδρα καὶ τὴν τούτου πρόνοιαν, εἰς δὲ τοὺς θεοὺς καὶ τὴν τύχην ἀναφέρουσι τὸ γεγονὸς κατόρθωμα,
歴史家たちは、この推論に同意しながらも、その事績の結末に至ると、どういうわけか、その成功をこの人物とその先見の明にではなく、神々と運命のせいにする。
§10.9.3καὶ ταῦτα χωρὶς τῶν εἰκότων καὶ τῆς τῶν συμβεβιωκότων μαρτυρίας, καὶ διὰ τῆς ἐπιστολῆς τῆς πρὸς Φίλιππον αὐτοῦ τοῦ Ποπλίου σαφῶς ἐκτεθεικότος ὅτι τούτοις τοῖς ἐκλογισμοῖς χρησάμενος, οἷς ἡμεῖς ἀνώτερον ἐξελογισάμεθα, καθόλου τε τοῖς ἐν Ἰβηρίᾳ πράγμασιν ἐπιβάλοιτο καὶ κατὰ μέρος τῇ τῆς Καρχηδόνος πολιορκίᾳ.
しかもこれは、蓋然性や彼と生活を共にした人々の証言を別にしても、プブリウス自身がフィリッポスに宛てた書簡の中で、我々が上で算出した通りの推論を用いて、イベリアでの軍事行動全般、および個別的にはカルタゴの包囲攻撃に乗り出したのだと、明確に説明しているにもかかわらず[そうするのである]。
§10.9.4πλὴν τότε γε τῷ μὲν ἐπὶ τοῦ στόλου Γαΐῳ Λαιλίῳ διʼ ἀπορρήτων ἐντειλάμενος παρήγγειλε πλεῖν ἐπὶ τὴν προειρημένην πόλιν —
ともあれその時、彼は艦隊の指揮を執るガイウス・ライリウスに秘密裏に指示を与え、上述の都市へと航行するよう命じた。
§10.9.5μόνος γὰρ οὗτος αὐτῷ συνῄδει τὴν ἐπιβολήν, καθάπερ ἀνώτερον εἶπον —
なぜなら、上で述べたように、彼だけがその企てを知っていたからである。
§10.9.6αὐτὸς δὲ τὰς πεζικὰς δυνάμεις ἀναλαβὼν ἐποιεῖτο τὴν πορείαν μετὰ σπουδῆς.
スキピオ自身は歩兵部隊を率いて急ぎ行軍した。
εἶχε δὲ τὸ μὲν τῶν πεζῶν πλῆθος εἰς δισμυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δʼ εἰς δισχιλίους καὶ πεντακοσίους.
彼の歩兵の数は約2万5千人、騎兵は約2千5百人であった。
§10.9.7ἀφικόμενος δʼ ἑβδομαῖος κατεστρατοπέδευσε κατὰ τὸ πρὸς ἄρκτους μέρος τῆς πόλεως, καὶ περιεβάλετο κατὰ μὲν τὴν ἐκτὸς ἐπιφάνειαν τῆς στρατοπεδείας τάφρον καὶ χάρακα διπλοῦν ἐκ θαλάττης εἰς θάλατταν, κατὰ δὲ τὴν πρὸς τὴν πόλιν ἁπλῶς οὐδέν.
彼は7日目に到着すると、都市の北側に陣を敷き、陣地の外側には海から海へと走る二重の堀と防柵を巡らせたが、都市に面した側には全く何も施さなかった。
αὐτὴ γὰρ ἡ τοῦ τόπου φύσις ἱκανὴν ἀσφάλειαν αὐτῷ παρεσκεύαζε.
その地の自然の地形自体が、彼に十分な安全を提供していたからである。
§10.9.8μέλλοντες δὲ καὶ τὴν πολιορκίαν καὶ τὴν ἅλωσιν τῆς πόλεως δηλοῦν, ἀναγκαῖον ἡγούμεθʼ εἶναι τὸ καὶ τοὺς παρακειμένους τόπους καὶ τὴν θέσιν αὐτῆς ἐπὶ ποσὸν ὑποδεῖξαι τοῖς ἀκούουσι.
都市の包囲と攻略について記述するにあたり、我々は、その周辺の地域と都市の立地について、聞き手に多少なりとも説明しておくことが必要であると考える。