Humanitext Reader

ポリュビオス · 歴史 §10.6.1-10.6.12

大スキピオのエブロ川渡河と新カルタゴ急襲計画

652 / 1311 箇所 · ギリシア語

要旨

プブリウス・スキピオは兵士を鼓舞してエブロ川を渡るよう勧め、自らは本当の狙いである新カルタゴ(カルタゴ・ノヴァ)の急襲を隠したまま、全軍を率いて渡河した。

§10.6.1οὐ μὴν ἀλλὰ τότε συνηθροισμένων τῶν δυνάμεων παρεκάλει μὴ καταπεπλῆχθαι τὴν προγεγενημένην περιπέτειαν·
οὐ μὴν ἀλλὰ τότε συνηθροισμένων τῶν δυνάμεων παρεκάλει μὴ καταπεπλῆχθαι τὴν προγεγενημένην περιπέτειαν· しかしながら、そのとき軍勢が集められると、彼はこれまでに生じた敗北に怯えきってしまわないよう兵士たちを励ました。
§10.6.2οὐ γὰρ ταῖς ἀρεταῖς ἡττῆσθαι Ῥωμαίους ὑπὸ Καρχηδονίων οὐδέποτε, τῇ δὲ προδοσίᾳ τῇ Κελτιβήρων καὶ τῇ προπετείᾳ, διακλεισθέντων τῶν στρατηγῶν ἀπʼ ἀλλήλων διὰ τὸ πιστεῦσαι τῇ συμμαχίᾳ τῶν εἰρημένων.
οὐ γὰρ ταῖς ἀρεταῖς ἡττῆσθαι Ῥωμαίους ὑπὸ Καρχηδονίων οὐδέποτε, τῇ δὲ προδοσίᾳ τῇ Κελτιβήρων καὶ τῇ προπετείᾳ, διακλεισθέντων τῶν στρατηγῶν ἀπʼ ἀλλήλων διὰ τὸ πιστεῦσαι τῇ συμμαχίᾳ τῶν εἰρημένων. なぜなら、ローマ人がカルタゴ人に敗北したのは決して敵の力量によるものではなく、ケルティベリア人たちの裏切りと将軍たちの軽率さによるものであり、それは、上述の者たちの同盟関係を信頼したために将軍たちが互いに分断されてしまったからである、と彼は言った。
§10.6.3ὧν ἑκάτερα νῦν ἔφη περὶ τοὺς πολεμίους ὑπάρχειν·
ὧν ἑκάτερα νῦν ἔφη περὶ τοὺς πολεμίους ὑπάρχειν· χωρὶς γὰρ ἀπʼ ἀλλήλων πολὺ διεσπασμένους στρατοπεδεύειν, τοῖς τε συμμάχοις ὑβριστικῶς χρωμένους ἅπαντας ἀπηλλοτριωκέναι καὶ πολεμίους αὑτοῖς παρεσκευακέναι. 今やこれら二つの状況が敵の側に生じている、と彼は言った。
χωρὶς γὰρ ἀπʼ ἀλλήλων πολὺ διεσπασμένους στρατοπεδεύειν, τοῖς τε συμμάχοις ὑβριστικῶς χρωμένους ἅπαντας ἀπηλλοτριωκέναι καὶ πολεμίους αὑτοῖς παρεσκευακέναι.
というのも、彼らは互いに遠く離れて分断された状態で陣を張っており、また同盟者たちを傲慢に扱っているために全員を疎遠にさせ、自らに対する敵へと変えてしまっているからである。
§10.6.4διὸ καὶ τοὺς μὲν ἤδη διαπέμπεσθαι πρὸς σφᾶς, τοὺς δὲ λοιπούς, ὡς ἂν τάχιστα θαρρήσωσι καὶ διαβάντας ἴδωσι τὸν ποταμόν, ἀσμένως ἥξειν, οὐχ οὕτως εὐνοοῦντας σφίσι, τὸ δὲ πλεῖον ἀμύνεσθαι σπουδάζοντας τὴν Καρχηδονίων εἰς αὐτοὺς ἀσέλγειαν,
διὸ καὶ τοὺς μὲν ἤδη διαπέμπεσθαι πρὸς σφᾶς, τοὺς δὲ λοιπούς, ὡς ἂν τάχιστα θαρρήσωσι καὶ διαβάντας ἴδωσι τὸν ποταμόν, ἀσμένως ἥξειν, οὐχ οὕτως εὐνοοῦντας σφίσι, τὸ δὲ πλεῖον ἀμύνεσθαι σπουδάζοντας τὴν Καρχηδονίων εἰς αὐτοὺς ἀσέλγειαν, それゆえ、ある者たちはすでに自分たちに使節を送って交渉してきており、残りの者たちも、自分たちが川を渡る勇気を示してそれを渡るのを見るやいなや、喜んで加わるだろう。 それは、彼らに好意を寄せているからというよりは、むしろ自分たちに対するカルタゴ人の横暴に復讐することを強く望んでいるからである。
§10.6.5τὸ δὲ μέγιστον, στασιάζοντας πρὸς ἀλλήλους τοὺς τῶν ὑπεναντίων ἡγεμόνας ἅθρους διαμάχεσθαι πρὸς αὐτοὺς οὐ θελήσειν, κατὰ μέρος δὲ κινδυνεύοντας εὐχειρώτους ὑπάρχειν.
τὸ δὲ μέγιστον, στασιάζοντας πρὸς ἀλλήλους τοὺς τῶν ὑπεναντίων ἡγεμόνας ἅθρους διαμάχεσθαι πρὸς αὐτοὺς οὐ θελήσειν, κατὰ μέρος δὲ κινδυνεύοντας εὐχειρώτους ὑπάρχειν. そして最も重大なことに、敵の将軍たちは互いに対立しているため、一致団結して自分たちと戦うことを望まないであろうし、個別に戦いに臨むことで、容易に打ち負かされる状態にある。
§10.6.6διὸ βλέποντας εἰς ταῦτα παρεκάλει περαιοῦσθαι τὸν ποταμὸν εὐθαρσῶς·
διὸ βλέποντας εἰς ταῦτα παρεκάλει περαιοῦσθαι τὸν ποταμὸν εὐθαρσῶς· περὶ δὲ τῶν ἑξῆς ἀνεδέχετο μελήσειν αὑτῷ καὶ τοῖς ἄλλοις ἡγεμόσι. それゆえ、これらのことに目を向けて、確信を持って川を渡るよう彼は勧告した。
περὶ δὲ τῶν ἑξῆς ἀνεδέχετο μελήσειν αὑτῷ καὶ τοῖς ἄλλοις ἡγεμόσι.
それに続く事柄については、自分自身と他の将軍たちが配慮することを約束した。
§10.6.7ταῦτα δʼ εἰπὼν τρισχιλίους μὲν ἔχοντα πεζοὺς καὶ πεντακοσίους ἱππεῖς Μάρκον ἀπέλειπε τὸν συνάρχοντα περὶ τὴν διάβασιν ἐφεδρεύσοντα τοῖς ἐντὸς τοῦ ποταμοῦ συμμάχοις·
ταῦτα δʼ εἰπὼν τρισχιλίους μὲν ἔχοντα πεζοὺς καὶ πεντακοσίους ἱππεῖς Μάρκον ἀπέλειπε τὸν συνάρχοντα περὶ τὴν διάβασιν ἐφεδρεύσοντα τοῖς ἐντὸς τοῦ ποταμοῦ συμμάχοις· αὐτὸς δὲ τὴν ἄλλην ἐπεραίου δύναμιν, ἄδηλον πᾶσι ποιῶν τὴν αὑτοῦ πρόθεσιν. こう語ると、彼は川のこちら側の同盟者たちを支援させるために、歩兵三千と騎兵五百を伴った同僚のマルクスを渡河地点の近くに残した。
αὐτὸς δὲ τὴν ἄλλην ἐπεραίου δύναμιν, ἄδηλον πᾶσι ποιῶν τὴν αὑτοῦ πρόθεσιν.
彼自身は、自らの真意を誰にも明かさないまま、残りの全軍勢を率いて渡河した。
§10.6.8ἦν γὰρ αὐτῷ κεκριμένον πράττειν ὧν μὲν εἶπε πρὸς τοὺς πολλοὺς μηδέν, προύκειτο δὲ πολιορκεῖν ἐξ ἐφόδου τὴν ἐν Ἰβηρίᾳ Καρχηδόνα προσαγορευομένην.
ἦν γὰρ αὐτῷ κεκριμένον πράττειν ὧν μὲν εἶπε πρὸς τοὺς πολλοὺς μηδέν, προύκειτο δὲ πολιορκεῖν ἐξ ἐφόδου τὴν ἐν Ἰβηρίᾳ Καρχηδόνα προσαγορευομένην. というのも、彼自身が決心していたのは、大衆に向かって語ったことの何一つをも実行せず、むしろ、イベリアにある「カルタゴ」と呼ばれる都市を急襲して包囲攻撃することだったからである。
§10.6.9ὃ δὴ καὶ πρῶτον ἄν τις λάβοι καὶ μέγιστον σημεῖον τῆς ὑφʼ ἡμῶν ἄρτι ῥηθείσης διαλήψεως.
ὃ δὴ καὶ πρῶτον ἄν τις λάβοι καὶ μέγιστον σημεῖον τῆς ὑφʼ ἡμῶν ἄρτι ῥηθείσης διαλήψεως. これこそまさに、我々が先ほど述べた評価の、第一の、かつ最大の証拠として受け取るべきものである。
§10.6.10ἔτος γὰρ ἕβδομον ἔχων πρὸς τοῖς εἴκοσι πρῶτον μὲν ἐπὶ πράξεις αὑτὸν ἔδωκε τελέως παρὰ τοῖς πολλοῖς ἀπηλπισμένας διὰ τὸ μέγεθος τῶν προγεγονότων ἐλαττωμάτων, §10.6.11δεύτερον δοὺς αὑτὸν τὰ μὲν κοινὰ καὶ προφαινόμενα πᾶσι παρέλειπε, τὰ δὲ μήτε παρὰ τοῖς πολεμίοις, ταῦτʼ ἐπενόει καὶ προετίθετο πράττειν.
ἔτος γὰρ ἕβδομον ἔχων πρὸς τοῖς εἴκοσι πρῶτον μὲν ἐπὶ πράξεις αὑτὸν ἔδωκε τελέως παρὰ τοῖς πολλοῖς ἀπηλπισμένας διὰ τὸ μέγεθος τῶν προγεγονότων ἐλαττωμάτων, なぜなら彼は二十七歳という若さでありながら、第一に、それまでに生じた敗北の大きさのゆえに多くの人々から完全に絶望視されていた活動へと身を投じたからであり、 δεύτερον δοὺς αὑτὸν τὰ μὲν κοινὰ καὶ προφαινόμενα πᾶσι παρέλειπε, τὰ δὲ μήτε παρὰ τοῖς πολεμίοις, ταῦτʼ ἐπενόει καὶ προετίθετο πράττειν. 第二に、身を投じるにあたって、誰の目にも明らかなありきたりな手段は避け、敵にとっても予想外の事柄を計画し、実行することを目論んだからである。
§10.6.12ὧν οὐδὲν ἦν χωρὶς ἐκλογισμῶν τῶν ἀκριβεστάτων.
ὧν οὐδὲν ἦν χωρὶς ἐκλογισμῶν τῶν ἀκριβεστάτων. これらの中に、極めて厳密な計算なしに行われたものは何一つなかった。

語釈・文法注

  1. 10.6.2διακλεισθέντων τῶν στρατηγῶν — διακλεισθέντων τῶν στρατηγῶν ἀπʼ ἀλλήλων は属格独立。ローマ将軍たち(スキピオの父と叔父)が地理的に孤立・分断された状態を表す。διὰ τὸ πιστεῦσαι(信頼したことのために)がその理由を示している。
  2. 10.6.4ὡς ἂν τάχιστα — ὡς ἂν τάχιστα は接続法(θαρρήσωσι および ἴδωσι)を伴って「〜するやいなや」という条件的一時性を表す。不定詞句 ἥξειν(来るであろう)の条件節として機能している。
  3. 10.6.8ἦν γὰρ αὐτῷ κεκριμένον — αὐτῷ は行為者を示す与格(dativus auctoris)。完了受動分詞 κεκριμένον を実詞的に用いた非人称構文で、「彼にとって決定されていた」すなわち「彼が固く決心していた」という意味になる。

この箇所を引用する

ポリュビオス, 歴史 §10.6.1-10.6.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.6.1-10.6.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。