Humanitext Reader

波利比奥斯 · 历史 §10.6.1-10.6.12

大西庇阿渡过埃布罗河与突袭新迦太基的计划

第 652 段,共 1311 段 · 希腊语

内容简介

普布利乌斯·西庇阿勉励士兵并督促其渡过埃布罗河,他隐瞒了袭击新迦太基的真实意图,率领全军渡河。

§10.6.1οὐ μὴν ἀλλὰ τότε συνηθροισμένων τῶν δυνάμεων παρεκάλει μὴ καταπεπλῆχθαι τὴν προγεγενημένην περιπέτειαν·
οὐ μὴν ἀλλὰ τότε συνηθροισμένων τῶν δυνάμεων παρεκάλει μὴ καταπεπλῆχθαι τὴν προγεγενημένην περιπέτειαν· 然而,当时在集结完军队之后,他勉励士兵们不要被此前发生的灾难所吓倒。
§10.6.2οὐ γὰρ ταῖς ἀρεταῖς ἡττῆσθαι Ῥωμαίους ὑπὸ Καρχηδονίων οὐδέποτε, τῇ δὲ προδοσίᾳ τῇ Κελτιβήρων καὶ τῇ προπετείᾳ, διακλεισθέντων τῶν στρατηγῶν ἀπʼ ἀλλήλων διὰ τὸ πιστεῦσαι τῇ συμμαχίᾳ τῶν εἰρημένων.
οὐ γὰρ ταῖς ἀρεταῖς ἡττῆσθαι Ῥωμαίους ὑπὸ Καρχηδονίων οὐδέποτε, τῇ δὲ προδοσίᾳ τῇ Κελτιβήρων καὶ τῇ προπετείᾳ, διακλεισθέντων τῶν στρατηγῶν ἀπʼ ἀλλήλων διὰ τὸ πιστεῦσαι τῇ συμμαχίᾳ τῶν εἰρημένων. 因为他说,罗马人绝不是因卡太基人的英勇而战败,而是由于凯尔特伊比利亚人的背叛以及将领们的轻率,由于他们轻信了上述等人的同盟,导致将领们彼此隔绝。
§10.6.3ὧν ἑκάτερα νῦν ἔφη περὶ τοὺς πολεμίους ὑπάρχειν· χωρὶς γὰρ ἀπʼ ἀλλήλων πολὺ διεσπασμένους στρατοπεδεύειν, τοῖς τε συμμάχοις ὑβριστικῶς χρωμένους ἅπαντας ἀπηλλοτριωκέναι καὶ πολεμίους αὑτοῖς παρεσκευακέναι.
ὧν ἑκάτερα νῦν ἔφη περὶ τοὺς πολεμίους ὑπάρχειν· χωρὶς γὰρ ἀπʼ ἀλλήλων πολὺ διεσπασμένους στρατοπεδεύειν, τοῖς τε συμμάχοις ὑβριστικῶς χρωμένους ἅπαντας ἀπηλλοτριωκέναι καὶ πολεμίους αὑτοῖς παρεσκευακέναι. 他说,如今这两点正存在于敌军一方:因为敌军彼此分散、扎营相距甚远,而且由于傲慢地对待同盟者,他们已经使所有盟友离心离德,并将其变成了自己的敌人。
§10.6.4διὸ καὶ τοὺς μὲν ἤδη διαπέμπεσθαι πρὸς σφᾶς, τοὺς δὲ λοιπούς, ὡς ἂν τάχιστα θαρρήσωσι καὶ διαβάντας ἴδωσι τὸν ποταμόν, ἀσμένως ἥξειν, οὐχ οὕτως εὐνοοῦντας σφίσι, τὸ δὲ πλεῖον ἀμύνεσθαι σπουδάζοντας τὴν Καρχηδονίων εἰς αὐτοὺς ἀσέλγειαν,
διὸ καὶ τοὺς μὲν ἤδη διαπέμπεσθαι πρὸς σφᾶς, τοὺς δὲ λοιπούς, ὡς ἂν τάχιστα θαρρήσωσι καὶ διαβάντας ἴδωσι τὸν ποταμόν, ἀσμένως ἥξειν, οὐχ οὕτως εὐνοοῦντας σφίσι, τὸ δὲ πλεῖον ἀμύνεσθαι σπουδάζοντας τὴν Καρχηδονίων εἰς αὐτοὺς ἀσέλγειαν, 因此,其中一些盟友已经派使者前来接洽,其余的盟友只要一旦鼓起勇气,看到罗马军渡过大河,也会欣然前来效力。 这并非因为他们对罗马人有多大好感,而是因为他们更急于报复卡太基人对他们施加的暴行。
§10.6.5τὸ δὲ μέγιστον, στασιάζοντας πρὸς ἀλλήλους τοὺς τῶν ὑπεναντίων ἡγεμόνας ἅθρους διαμάχεσθαι πρὸς αὐτοὺς οὐ θελήσειν, κατὰ μέρος δὲ κινδυνεύοντας εὐχειρώτους ὑπάρχειν.
τὸ δὲ μέγιστον, στασιάζοντας πρὸς ἀλλήλους τοὺς τῶν ὑπεναντίων ἡγεμόνας ἅθρους διαμάχεσθαι πρὸς αὐτοὺς οὐ θελήσειν, κατὰ μέρος δὲ κινδυνεύοντας εὐχειρώτους ὑπάρχειν. 最重要的是,敌方将领内部不和,绝不愿集中力量与罗马人交战,而一旦他们分散作战,就极易被各个击破。
§10.6.6διὸ βλέποντας εἰς ταῦτα παρεκάλει περαιοῦσθαι τὸν ποταμὸν εὐθαρσῶς· περὶ δὲ τῶν ἑξῆς ἀνεδέχετο μελήσειν αὑτῷ καὶ τοῖς ἄλλοις ἡγεμόσι.
διὸ βλέποντας εἰς ταῦτα παρεκάλει περαιοῦσθαι τὸν ποταμὸν εὐθαρσῶς· περὶ δὲ τῶν ἑξῆς ἀνεδέχετο μελήσειν αὑτῷ καὶ τοῖς ἄλλοις ἡγεμόσι. 因此,他要求士兵们看清这些形势,满怀信心地渡过大河;至于后续的事宜,他承诺自己和其他将领会妥善处理。
§10.6.7ταῦτα δʼ εἰπὼν τρισχιλίους μὲν ἔχοντα πεζοὺς καὶ πεντακοσίους ἱππεῖς Μάρκον ἀπέλειπε τὸν συνάρχοντα περὶ τὴν διάβασιν ἐφεδρεύσοντα τοῖς ἐντὸς τοῦ ποταμοῦ συμμάχοις· αὐτὸς δὲ τὴν ἄλλην ἐπεραίου δύναμιν, ἄδηλον πᾶσι ποιῶν τὴν αὑτοῦ πρόθεσιν.
ταῦτα δʼ εἰπὼν τρισχιλίους μὲν ἔχοντα πεζοὺς καὶ πεντακοσίους ἱππεῖς Μάρκον ἀπέλειπε τὸν συνάρχοντα περὶ τὴν διάβασιν ἐφεδρεύσοντα τοῖς ἐντὸς τοῦ ποταμοῦ συμμάχοις· αὐτὸς δὲ τὴν ἄλλην ἐπεραίου δύναμιν, ἄδηλον πᾶσι ποιῶν τὴν αὑτοῦ πρόθεσιν. 说完这些话后,他留下同僚马尔库斯,率领三千步兵和五百骑兵,在渡口附近守卫,以支援河流此岸的盟友;他自己则率领其余主力渡河,对所有人隐瞒了自己的真实意图。
§10.6.8ἦν γὰρ αὐτῷ κεκριμένον πράττειν ὧν μὲν εἶπε πρὸς τοὺς πολλοὺς μηδέν, προύκειτο δὲ πολιορκεῖν ἐξ ἐφόδου τὴν ἐν Ἰβηρίᾳ Καρχηδόνα προσαγορευομένην.
ἦν γὰρ αὐτῷ κεκριμένον πράττειν ὧν μὲν εἶπε πρὸς τοὺς πολλοὺς μηδέν, προύκειτο δὲ πολιορκεῖν ἐξ ἐφόδου τὴν ἐν Ἰβηρίᾳ Καρχηδόνα προσαγορευομένην. 因为他早已决定,绝不执行对大众宣称的任何计划,而他的真正意图是出其不意地围攻伊比利亚境内被称为“卡太基”的城市。
§10.6.9ὃ δὴ καὶ πρῶτον ἄν τις λάβοι καὶ μέγιστον σημεῖον τῆς ὑφʼ ἡμῶν ἄρτι ῥηθείσης διαλήψεως.
ὃ δὴ καὶ πρῶτον ἄν有人 λάβοι καὶ μέγιστον σημεῖον τῆς ὑφʼ ἡμῶν ἄρτι ῥηθείσης διαλήψεως. 这确实可以被看作是我们刚才对他的评价的第一道也是最大的证据。
§10.6.10ἔτος γὰρ ἕβδομον ἔχων πρὸς τοῖς εἴκοσι πρῶτον μὲν ἐπὶ πράξεις αὑτὸν ἔδωκε τελέως παρὰ τοῖς πολλοῖς ἀπηλπισμένας διὰ τὸ μέγεθος τῶν προγεγονότων ἐλαττωμάτων, §10.6.11δεύτερον δοὺς αὑτὸν τὰ μὲν κοινὰ καὶ προφαινόμενα πᾶσι παρέλειπε, τὰ δὲ μήτε παρὰ τοῖς πολεμίοις, ταῦτʼ ἐπενόει καὶ προετίθετο πράττειν.
ἔτος γὰρ ἕβδομον ἔχων πρὸς τοῖς εἴκοσι πρῶτον μὲν ἐπὶ πράξεις αὑτὸν ἔδωκε τελέως παρὰ τοῖς πολλοῖς ἀπηλπισμένας διὰ τὸ μέγεθος τῶν προγεγονότων ἐλαττωμάτων, 因为他虽年仅二十七岁,首先却致力于那些因以往惨败而完全被大众视为毫无希望的行动; δεύτερον δοὺς αὑτὸν τὰ μὲν κοινὰ καὶ προφαινόμενα πᾶσι παρέλειπε, τὰ δὲ μήτε παρὰ τοῖς πολεμίοις, ταῦτʼ ἐπενόει καὶ προετίθετο πράττειν. 其次,在投身行动时,他避开了所有显而易见、人人皆知的常规方案,转而谋划并打算实行连敌人都意想不到的事情。
§10.6.12ὧν οὐδὲν ἦν χωρὶς ἐκλογισμῶν τῶν ἀκριβεστάτων.
ὧν οὐδὲν ἦν χωρὶς ἐκλογισμῶν τῶν ἀκριβεστάτων. 在这些行动中,没有一项不是经过最精确计算而进行的。

词汇与语法注释

  1. 10.6.2διακλεισθέντων τῶν στρατηγῶν — διακλεισθέντων τῶν στρατηγῶν ἀπʼ ἀλλήλων 是属格独立结构,表示罗马将领(西庇阿的父亲和叔叔)在地理上被孤立和分割的状态。后续的 διὰ τὸ πιστεῦσαι(因为信任)说明了导致这一孤立的原因。
  2. 10.6.4ὡς ἂν τάχιστα — ὡς ἂν τάχιστα 伴随虚拟语气动词 θαρρήσωσι 和 ἴδωσι,表示“一旦……就……”或“一……就……”的条件性时间关系。作为不定式 ἥξειν 的时间/条件从句。
  3. 10.6.8ἦν γὰρ αὐτῷ κεκριμένον — αὐτῷ 是施事与格(dativus auctoris)。与完成时被动分词 κεκριμένον 连用,构成非人称结构,意为“由他所决定”,即“他已坚决决定”。

引用这一段

波利比奥斯, 历史 §10.6.1-10.6.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.6.1-10.6.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。