§10.45.1ταῦτα δὲ βραχὺ μέν τι τῆς διὰ τῶν συνθημάτων πυρσείας ἐξήλλαχεν, ἀκμὴν δʼ ἐστὶν ἀόριστα.
しかし、これは従来の合図によるのろしからはわずかな変更を加えたものにすぎず、依然として限界がなく不明確である。
§10.45.2δῆλον γὰρ [ἔσται] ὡς οὔτε προϊδέσθαι τὰ μέλλοντα πάντα δυνατὸν οὔτε προϊδόμενον εἰς τὴν βακτηρίαν γράψαι·
なぜなら、将来起こるすべてのことを予見することも、予見した上でそれを棒に書き留めておくことも不可能であることは明らかだからである。
λοιπὸν ὁπόταν ἐκ τῶν καιρῶν ἀνυπονόητά τινα συμβαίνῃ, φανερὸν ὡς οὐ δύναται δηλοῦσθαι κατὰ ταύτην τὴν ἐπίνοιαν.
したがって、不測の事態が状況に応じて発生した場合には、この考案によってそれらを伝えることができないことは明白である。
§10.45.3καὶ μὴν οὐδʼ αὐτῶν τῶν ἐν τῇ βακτηρίᾳ γεγραμμένων οὐδέν ἐστιν ὡρισμένον.
さらに、棒に書かれている事柄それ自体についても、何一つ具体的に決まっていない。
πόσοι γὰρ ἥκουσιν ἱππεῖς ἢ πόσοι πεζοὶ καὶ ποῦ τῆς χώρας καὶ πόσαι νῆες καὶ πόσος σῖτος, οὐχ οἷόν τε διασαφῆσαι·
どれほどの数の騎兵や歩兵がやって来たのか、領内のどこに(来たのか)、何隻の船か、どれほどの量の穀物か、を明確にすることは不可能だからである。
§10.45.4περὶ γὰρ ὧν ἀδύνατον γνῶναι πρὶν ἢ γενέσθαι, περὶ τούτων οὐδὲ συνθέσθαι πρὸ τοῦ δυνατόν.
なぜなら、生じる前に知ることが不可能な事柄については、事前に取り決めをしておくこともまた不可能だからである。
§10.45.5τὸ δὲ συνέχον ἐστὶ τοῦτο·
そして最も肝心な点はこれである。
πῶς γὰρ ἄν τις βουλεύσαιτο περὶ τοῦ βοηθεῖν μὴ γινώσκων πόσοι πάρεισι τῶν πολεμίων ἢ ποῦ;
すなわち、敵がどれほど、あるいはどこに現れたかを知らずに、いかにして救援について決断を下せようか。
πῶς δὲ θαρρήσαι πάλιν ἢ τοὐναντίον ἢ καθόλου διανοηθείη τι μὴ συνεὶς πόσαι νῆες ἢ πόσος σῖτος ἥκει παρὰ τῶν συμμάχων;
また、同盟国から何隻の船、あるいはどれほどの穀物が届いたのかを理解せずに、いかにして自信を持ったり、あるいは逆に(落胆したり)、あるいは全体として何らかの考えを巡らせたりできようか。
§10.45.6ὁ δὲ τελευταῖος τρόπος, ἐπινοηθεὶς διὰ Κλεοξένου καὶ Δημοκλείτου, τυχὼν δὲ τῆς ἐξεργασίας διʼ ἡμῶν, πάντη πάντως μέν ἐστιν ὡρισμένος καὶ πᾶν τὸ κατεπεῖγον δυνάμενος ἀκριβῶς διασαφεῖν, κατὰ δὲ τὸν χειρισμὸν ἐπιμελείας δεῖ καὶ παρατηρήσεως ἀκριβεστέρας.
一方、クレオクセノスとデモクレイトスによって考案され、私たちによって完成された最後の方法(システム)は、あらゆる点で完全に明確であり、すべての緊急事態を正確に伝えることができるが、その操作においては注意深い配慮と、より厳密な観察が必要である。
§10.45.7ἔστι δὲ τοιοῦτος.
それは次のようなものである。
τὸ τῶν στοιχείων πλῆθος ἑξῆς δεῖ λαμβάνοντας διελεῖν εἰς πέντε μέρη κατὰ πέντε γράμματα.
アルファベット(文字)の全数を順に取って、5文字ずつ5つのグループに分割しなければならない。
λείψει δὲ τὸ τελευταῖον ἑνὶ στοιχείῳ· τοῦτο δʼ οὐ βλάπτει πρὸς τὴν χρείαν.
最後のグループは1文字足りなくなるが、これは実用上何ら支障はない。
§10.45.8μετὰ δὲ ταῦτα πλατεῖα παρεσκευάσθαι πέντε τοὺς μέλλοντας ἀποδιδόναι τὴν πυρσείαν ἀλλήλοις ἑκατέρους καὶ γράψαι τῶν μερῶν ἑξῆς εἰς ἕκαστον πλατεῖον,
この後、互いにのろしを送り合おうとする双方は、5枚の板を用意し、それぞれのグループの文字を各板に順に書き込んでおかなければならない。
§10.45.9κἄπειτα συνθέσθαι πρὸς αὑτοὺς διότι τοὺς μὲν πρώτους ἀρεῖ πυρσοὺς ὁ μέλλων σημαίνειν ἅμα καὶ δύο καὶ μενεῖ μέχρις ἂν ὁ ἕτερος ἀνταίρῃ.
そして、合図を送ろうとする者は、最初に同時に2本ののろしを掲げ、相手が掲げ返すまで維持するということを互いに取り決めておく。
§10.45.10τοῦτο δʼ ἔσται χάριν τοῦ διὰ ταύτης τῆς πυρσείας ἑαυτοῖς ἀνθομολογήσασθαι διότι προσέχουσι.
これは、こののろしによって、お互いに注意を払っていることを確認し合うためである。
§10.45.11καθαιρεθέντων δὲ τούτων λοιπὸν ὁ σημαίνων ἀρεῖ μὲν τοὺς πρώτους ἐκ τῶν εὐωνύμων, διασαφῶν τὸ πλατεῖον ποῖον δεήσει σκοπεῖν, οἷον ἐὰν μὲν τὸ πρῶτον, ἕνʼ, ἂν δὲ τὸ δεύτερον, δύο, καὶ κατὰ λόγον οὕτω·
これら(のろし)を下ろした後は、合図を送る者は、まず左側からのろしを掲げて、どの板を見るべきかを明確にする。 例えば、第1の板なら1本、第2の板なら2本というように、この比率に従う。
§10.45.12τοὺς δὲ δευτέρους ἐκ τῶν δεξιῶν κατὰ τὸν αὐτὸν λόγον, ποῖον δεήσει γράμμα τῶν ἐκ τοῦ πλατείου γράφειν αὖ τὸν ἀποδεχόμενον τὴν πυρσείαν.
そして、右側からのろしを同じ比率で掲げて、今度はのろしを受け取る側が、その板の中のどの文字を書き留めるべきかを示すのである。