Humanitext Reader

ポリュビオス · 歴史 §10.44.1-10.44.13

アイネイアスによる水時計式信号通信の仕組み

690 / 1311 箇所 · ギリシア語

要旨

ポリビオスは、アイネイアス・タクティコスが考案した水時計式信号システムの詳細な手順を説明し、等規格の容器と文字の書かれた棒を用いる送信方法を記述する。

§10.44.1Αἰνείας δὲ βουληθεὶς διορθώσασθαι τὴν τοιαύτην ἀπορίαν, ὁ τὰ περὶ τῶν Στρατηγικῶν ὑπομνήματα συντεταγμένος, βραχὺ μέν τι προεβίβασε, τοῦ γε μὴν δέοντος ἀκμὴν πάμπολυ τὸ κατὰ τὴν ἐπίνοιαν ἀπελείφθη.
これに対し、将術に関する覚書を著したアイネイアスは、このような不備を正そうと望み、いくらか前進させたものの、彼の考案したシステムは、真に必要とされるものからはなおも非常に遠く及ばないものであった。
§10.44.2γνοίη δʼ ἄν τις ἐκ τούτων.
そのことは以下のことからわかるだろう。
φησὶ γὰρ δεῖν τοὺς μέλλοντας ἀλλήλοις διὰ τῶν πυρσῶν δηλοῦν τὸ κατεπεῖγον ἀγγεῖα κατασκευάσαι κεραμεᾶ, κατά τε τὸ πλάτος καὶ κατὰ τὸ βάθος ἰσομεγέθη πρὸς ἀκρίβειαν·
すなわち、のろしを通じて互いに緊急の事態を知らせようとする者は、幅と深さが厳密に等しい土器の容器を用意しなければならないと彼は言う。
εἶναι δὲ μάλιστα τὸ μὲν βάθος τριῶν πηχῶν, τὸ δὲ πλάτος πήχεος.
その深さはとりわけ三ペキュス、幅は一ペキュスとするのがよい。
§10.44.3εἶτα παρασκευάσαι φελλοὺς βραχὺ κατὰ πλάτος ἐνδεεῖς τῶν στομάτων, ἐν δὲ τούτοις μέσοις ἐμπεπηγέναι βακτηρίας διῃρημένας εἰς ἴσα μέρη τριδάκτυλα, καθʼ ἕκαστον δὲ μέρος εἶναι περιγραφὴν εὔσημον.
次に、容器の口よりも幅がわずかに狭いコルクを用意し、その中央に、三指幅ずつの等しい部分に分割された棒を突き刺し、それぞれの部分に明瞭な境界線を引いておく。
§10.44.4ἐν ἑκάστῳ δὲ μέρει γεγράφθαι τὰ προφανέστατα καὶ καθολικώτατα τῶν ἐν τοῖς πολεμικοῖς συμβαινόντων, οἷον εὐθέως ἐν τῷ πρώτῳ, διότι"
そして各部分には、戦争において起こる最も明白かつ一般的な出来事を書いておく。
§10.44.5πάρεισιν ἱππεῖς εἰς τὴν χώραν," ἐν δὲ τῷ δευτέρῳ διότι "πεζοὶ βαρεῖς," ἐν δὲ τῷ τρίτῳ "ψιλοί," τούτων δʼ ἑξῆς" §10.44.6πεζοὶ μεθʼ ἱππέων," εἶτα "πλοῖα," μετὰ δὲ ταῦτα "σῖτος," καὶ κατὰ τὸ συνεχὲς οὕτω, μέχρις ἂν ἐν πάσαις γραφῇ ταῖς χώραις τὰ μάλιστʼ ἂν ἐκ τῶν εὐλόγων προνοίας τυγχάνοντα καὶ συμβαίνοντα κατὰ τοὺς ἐνεστῶτας καιροὺς ἐκ τῶν πολεμικῶν.
例えば、最初の部分には直ちに「敵の騎兵が領内に侵入した」、第二の部分には「重装歩兵」、第三の部分には「軽装兵」、これらに続いて「騎兵を伴う歩兵」、次に「艦船」、その後に「兵糧(穀物)」とし、このように連続して、戦争における現在の状況から、常識的に最も予測され、かつ起こりうる事柄が、すべての区分に書き尽くされるまで続ける。
§10.44.7τούτων δὲ γενομένων ἀμφότερα κελεύει τρῆσαι τὰ ἀγγεῖα πρὸς ἀκρίβειαν, ὥστε τοὺς αὐλίσκους ἴσους εἶναι καὶ κατʼ ἴσον ἀπορρεῖν·
これらが済んだら、彼は両方の容器に厳密に穴を開け、排水管が同じ大きさになり、同じ量の水が流れ出るようにすることを命じる。
εἶτα πληρώσαντας ὕδατος ἐπιθεῖναι τοὺς φελλοὺς ἔχοντας τὰς βακτηρίας, κἄπειτα τοὺς αὐλίσκους ἀφεῖναι ῥεῖν ἅμα.
次に、水を満たした後に棒の付いたコルクを浮かべ、その後、同時に排水管から水を流し出す。
§10.44.8τούτου δὲ συμβαίνοντος δῆλον ὡς ἀνάγκη πάντων ἴσων καὶ ὁμοίων ὄντων, καθʼ ὅσον ἂν ἀπορρέῃ τὸ ὑγρόν, κατὰ τοσοῦτον τοὺς φελλοὺς καταβαίνειν καὶ τὰς βακτηρίας κρύπτεσθαι κατὰ τῶν ἀγγείων.
これを行うと、すべてが等しく同一であるため、水が流れ出るにつれて、当然コルクは下降し、棒は容器の中に隠れていくことになる。
§10.44.9ὅταν δὲ τὰ προειρημένα γένηται κατὰ τὸν χειρισμὸν ἰσοταχῆ καὶ σύμφωνα, τότε κομίσαντας ἐπὶ τοὺς τόπους, ἐν οἷς ἑκάτεροι μέλλουσι συντηρεῖν τὰς πυρσείας, ἑκάτερον θεῖναι τῶν ἀγγείων.
この上述の手順において、二つの動きが等速で一致することが確認されたら、その時、それぞれがのろしを監視することになっている場所に容器を運んで設置する。
§10.44.10εἶτʼ ἐπὰν ἐμπέσῃ τι τῶν ἐν τῇ βακτηρίᾳ γεγραμμένων, πυρσὸν ἆραι κελεύει, καὶ μένειν, ἕως ἂν ἀνταίρωσιν οἱ συντεταγμένοι·
そして、棒に書かれた事柄のいずれかが発生したとき、のろしを掲げるよう彼は命じ、相手側がのろしを掲げ返すまでそれを維持する。
γενομένων δὲ φανερῶν ἀμφοτέρων ἅμα τῶν πυρσῶν καθελεῖν.
両方ののろしが同時に確認されたら、それらを下ろす。
εἶτʼ εὐθέως ἀφεῖναι τοὺς αὐλίσκους ῥεῖν.
そして直ちに排水管から水を流し出す。
§10.44.11ὅταν δὲ καταβαίνοντος τοῦ φελλοῦ καὶ τῆς βακτηρίας ἔλθῃ τῶν γεγραμμένων ὃ βούλει δηλοῦν κατὰ τὸ χεῖλος τοῦ τεύχους, ἆραι κελεύει τὸν πυρσόν·
コルクと棒が下降するにつれて、知らせたいと望む書き込みが容器の縁に達したとき、彼は再びのろしを掲げるよう命じる。
§10.44.12τοὺς δʼ ἑτέρους ἐπιλαβεῖν εὐθέως τὸν αὐλίσκον, καὶ σκοπεῖν τί κατὰ τὸ χεῖλός ἐστι τῶν ἐν τῇ βακτηρίᾳ γεγραμμένων·
すると相手側は直ちに排水管を指で塞ぎ、棒に書かれた事柄のうち何が容器の縁にあるかを確認する。
§10.44.13ἔσται δὲ τοῦτο τὸ δηλούμενον πάντων ἰσοταχῶς παρʼ ἀμφοτέροις κινουμένων.
両者においてすべての動作が等速で行われるため、これが知らされる内容となる。

語釈・文法注

  1. 10.44.1τοῦ γε μὴν δέοντος ἀκμὴν πάμπολυ τὸ κατὰ τὴν ἐπίνοιαν ἀπελείφθη — τοῦ δέοντος は比較の属格で、動詞 ἀπελείφθη(及ばなかった)に係っている。ἀκμὴν は副詞的に「なお、依然として」の意味で用いられ、πάμπολυ(極めて多く)とともに、考案(τὸ κατὰ τὴν ἐπίνοιαν)が理想的な水準(δέον)からほど遠かったことを強調している。
  2. 10.44.3βραχὺ κατὰ πλάτος ἐνδεεῖς τῶν στομάτων — 形容詞 ἐνδεεῖς(不足している、及ばない)が、比較対象を示す属格 τῶν στομάτων(容器の口)を支配している。κατὰ πλάτος は関係の対格で「幅において」を意味し、コルクが容器の口の直径よりもわずかに(βραχὺ)小さいことを示している。
  3. 10.44.6τὰ μάλιστʼ ἂν ἐκ τῶν εὐλόγων προνοίας τυγχάνοντα καὶ συμβαίνοντα — 接続詞 μέχρις ἂν と接続法過去受動態 γραφῇ(書かれる)に続く名詞句。分詞 τυγχάνοντα と συμβαίνοντα に伴う小辞 ἂν は潜在・可能性を示し、「最も理にかなって予想され、かつ起こりうるであろう事柄」という含意を表している。
  4. 10.44.13πάντων ἰσοταχῶς παρʼ ἀμφοτέροις κινουμένων — 属格独立構文(genitive absolute)で、原因あるいは条件を表す。「両者において(παρʼ ἀμφοτέροις)すべてのものが等速で(ἰσοταχῶς)動くため」と解され、水時計の原理による同期性を説明している。

この箇所を引用する

ポリュビオス, 歴史 §10.44.1-10.44.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.44.1-10.44.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。